Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προέθηκεν ἐπ’ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι κυρίου, ὅν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ.

καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον,

καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτῆς ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος,

καὶ ἐθυσίασεν ἐπ' αὐτοῦ τὸ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τῆς σκηνῆς,

καὶ καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιἀ- στηρίου· καὶ συνετέλεσεν Μωυσῆς πάντα τὰ ἔργα.

Καὶ ἐκάλυψεν ἢ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης κυρίου ἐπλήσθη ἢ σκηνή·

καὶ οὐκ ἠδυνάσθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη, καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή.

ἡνίκα δ’ ἄν ἀνέβη ἀπὸ τῆς σκηνῆς ἡ νεφέλη, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν·

εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας ἦς ἀνέβη ἡ νεφέλη.

νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέ καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτός, ἐναντίον παντὸς Ἰσραήλ, ἐν ταῖς ἀναζυγαῖς αὐτῶν.

[*](19 ἐπέθηκεν BA 1 F] ἔθηκεν A* | κατακάλυμμα του καταπετ. BAF 1] κάτα AF καλυμlματος F* 20 ἐπέθηκεν B* B] ἔθηκεν B a AF | τὸ πρὸς βορρᾶν] om τὸ AF 21 προεθηκεν] προσέθηκεν AF Ι ἔναντι] ἐνάντιον AF 23 ἔναντι] ἐνάντιον AF 25 ἐθυσίασεν] ἐθυμίασεν B ab AF | τὸ B ab AF | το μίαμὰ] om τὸ AF Ι καθάπερ] ὂν τρόπον AF 26 τῆς σκήνης] + του μαρτυρίου Α a? F | πάρα τὰς θύρας τῆς σκήνης του μαρτυρίου sup ras 80 circ litt A a? 27 om καὶ ἔστησεν...του θυσιαστηρίου Α 29 ηδυνασθη] ἠδυνήθη AF | Mωυσης AF ἐπλήσθη] ενεπληθη F* ἐνεπλήσθη F 1 30 η νεφέλη ἄπο τῆς σκήνης AF 31 ἡμέρας] pr τῆς AF Ι om ἦς B* (superset B ab) | ἀνέβη 2°] ανεφη Α 32 αυτης] ἀυτὴν Α* v!d (ς sup ras Α a) Subscr εξοδος BF ἐξ. τῶν ὑιῶν Ιηλ ἐξ Αἰγύπτου Α)