Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι.

καὶ εἶπεν Μωυσῆς Δέομαι, Κύριε, προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελεῖς.

καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευείτης ; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.

καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ, καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε.

εκαὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἱστᾶι σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν.

καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν οὐτῇ τὰ σημεῖα.

Επορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ, καὶ ὄψομαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν ’1οθὸρ Μωυσῇ Βάδιζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου.

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἐν Μαδιάμ Βάδιζε ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν.

ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβί- βασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυ- , ὅρα πάντα τὰ τέρατα ἃ ἔδωκα ἐν ταῖς χερσίν σου, ποιήσεις αὐτὰ [*](AF) [*](10 Κυριον] ’τον θέον Α | οὐχ ικανος] οὐκ ευληος F | προ 1°] πρὸς F Ι χθες B b | οὐδὲ 1°] και Α | ἦρξαι F | ισχνοφ.] ιχνοφ. F* (σ ins F 1 ) | βραδυγλ.] βραδ sup ras A a 11 πρὸς Μωυσην] τὼ Μωυσει Α Ι ο 0 θεος] κύριος AF 12 συμβιβω F Ι o] α AF 13 om Μωυσης F | προχειρησαι AF | δυνάμενον ἄλλον BA*] ἄλλον δὺν. A a ? F 14 ουκ B a ? b AF] ουχ B* | Λευίτης AF Ι εἰδῶν F 15 καὶ εγω...στομα αὐτοῦ B 1 !msinf 16 αὐτὸς σοι λαλήσει B*] αὐτὸς σοι προσλαλήσει B ? Α λαλησει αὐτὸς σοι F Ι πρὸς ’τον λαὸν] pr τα F | εση B* (vid) c AF] εσει Bab Ι πρὸς ’τον θέον] πρὸς τος ’τον θ. F 17 om τὴν στραΦ εἰς ὄφιν F* (hab F a ? mg) 18 ἐπέστρεψεν Α | λεγει] εἶπεν ἀυτῶ F Ι τοὺς 2°] του F Ι εἰ B a ? b AF] η B* Μωυση] pr τω F 19 την υ F 20 ἀπέστρεφεν F Ι τη χειρι] om τῆ Α)

111
Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ [*](B) ἐξαποστείλῃ τὸν λαόν.

σὺ δὲ ἐρεῖς τῷ Φαραώ τάδε λέγει κύριος Υἱὸς πρωτότοκός μου Ἰσραήλ·

εἶπα δέ σοι Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, δρᾶ οὖν, ἐγὼ ἀποκτέννω τὸν υἱόν σου τὸν πρωτότοκον.

Ἑγένετο ἐν τῇ ὁδῶ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Τυρίου, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.

καὶ λαβοῦσα ΣεπΦώρα ψῆφον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς, καὶ προσέπεσεν ἐσὲν πρὸς τοὺς πόδας εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.

Εἶπεν δὲ κύριος πρὸς Ἀαρών πορεύθητι εἰς συνάντησιν εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ ,καὶ κατεφίλησαν ἀλλήλους.

καὶ ἀνήγγειλεν Μωυσῆς τῷ Ἀαρὼν πάντας τοὺς λόγους Τυρίου οὓς ἀπέστειλεν καὶ πάντα τὰ ῥήματα ἃ ἐνετείλατο αὐτῷ.