Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους, καὶ τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς καὶ τῆς πύλης τῆς αὐλῆς,

καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς καὶ πάντα τὰ ἐργαλεῖα αὐτῆς, (34) καὶ τὰς διφθέρας δέρματα ἠρυθροδανωμένα καὶ τὰ καλύμματα δέρματα ὑακίνθινα καὶ λοιπῶν τὰ ἐπικαλύμματα, (40) καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου·

ὅ συνέταξεν Κύριος Μωσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πᾶσαν τὴν ἀπο- σκευήν.

καὶ ἴδεν Μωσῆς πάντα τὰ ἔργα, κα ἦσαν πεποιηκ ότες αὐτὰ ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν αὐτά· καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Ἑν ἡμέρᾳ μιᾷ τοῦ [*](9 αὔλης 2°] σκήνης Β* vid (αυλ sup ras Β a? b) 10 του θυσιαστηριου 1°] pr AF κύκλω AF | om καὶ πάντα τὰ σκεύη του θυσιαστηρίου Β* (hab B ab mg inf) | τὰ σκεύη] om τὰ F | ἐργαλεῖα] αργαλια B 13 τὸ κόκκινον] + καὶ βύσσον Α 14 καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς ἀύτης καὶ τοὺς στύλους] καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους καὶ τὰς βάσεις ἀύτης AF 17 καυσεως] καυχήσεως F 18–20 θεσεως...της αὔλης 1° sup ras Aa 18 ἀύτης τὰ σκεύη AaF | τοὺς πρὸ· κειμενους] τῆς προθέσεως A a F 19 του ἁγίου] τὰς ἁγίας F | αὐτοῦ] Aαρων F 20 τοὺς στυλους] + καὶ τὰς βάσεις ἀύτης AF 21 om πάντα 2° Α | καλυμ- μάτα] κατακαλυμμ. AF | αργαλια (1°) B* (αργαλεια Β a? b): (2°) Β Ι εἰς τὰ ἔργα F] ἐριστὰ ἔργα B om τὰ Α 22 ο] ὅσα AF | τὼ Μωυση AF Ι ἀποσκευὴν] πα. ρασκευην AF 23 ἔιδεν F Ι Μωυσης AF Ι ηὐλόγησεν AF XL 2 om μία Α)

186
[*](B) μηνὸς τοὺ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου·

καὶ σκεπάσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου τῷ καταπετάσματι·

καὶ εἰσοίσεις τὴν τράπεζαν; καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς·

καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·

καὶ καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· ’φ’ καὶ περιθήσεις τὴν σκηνήν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ.

καὶ λήμψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία.

καὶ χρίσεις τὸ θυσιαmήριον τῶν καρπωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη,