Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὐάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον, βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγίας,

καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα,

καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.

καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος

τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους,

καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα,

καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐῆς,

καὶ τοὺς λίθους τῆς σμα- ράγδου,

καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος,

καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς,

καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη

καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ,

καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,

καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως.

Καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν ‘Ισρα- ὴλ ἀπὸ Μωσῆ.

καὶ ἀνήνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία, [*](AF 1 εἶπεν] + πρὸς αὐτοὺς AF 2 καταπαύσεις Α | σαββατα] σάββατον) [*](AF Ι ἀναπαύσεις Α | κυρίω] pr τὼ AF | ἐν ἀυτὴ ἔργον AF 3 τῆ ἥμερα] pr ἐν AF 4 Μωυσῆς AF Ι τὸ ῥῆμα] om τὸ F 6 δίπλου (sic) διανε|νησμενον in mg et sup ras Α a? | om διανενησμένον F Ι βύσσον] pr κα AF 8 ’τον ποδήρη] pr εἰς AF 9 καρδίαι διάνοια AF | om πάντα F 10 τὰ παραρύματα] + καὶ τὰ κατακαλυμματα B ab mg + κα τὰ γλύμματα Α + καὶ τὰ καλύμματα F 11 om καὶ τὸ ἱλαστήριον ἀύτης F 13 τῆς σμαράγδου] pr του, AF 14 καὶ τὸ θυιυαμα κα τὸ ἕλ’. του Χρσματος] (??) τὰ θυlμιαματα καὶ τὸ ἕλ’. του χρίσματος Λαί om F 15 καὶ τὴν τράπεζαν κα πάντα τὰ σκεύη ἀύτης Aa + καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη ἀύτης Α 16 τὰ σκεύη ἀύτης] + καὶ τὸ ἔλαιον του χρίσματος (Χρεισμ. F 1) καὶ τὸ θυμίαμα τῆς συνθεσεως καὶ τὸ ἐπίσπαστρον τῆς θύρας τῆς σκήνης F 17 om καὶ τὸ θυσιαστ. καὶ π. τὰ σκεύη αὐτοῦ Α | τὰ σκεύη] om τὰ F 18 λειτουργησου- σιν] λειτουργοῦσιν AF | ἐν ἀυταῖς] + ἐν τὼ αγιω AF 19 om καὶ τὸ ἔλαιον του χρίσματος καὶ τὸ θύμ’. τῆς συνθέσεως F 20 Μωυσῆ AF 21 ἄνη· BabAF Ι η καμια ἀυτῶν AF)

177
καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν, ἀφαίρεμα· κρῖ ἤνεγκαν ἀφαίρεμα [*](B) εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου.

καὶ ἤνε- γκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾦ ἔδοξεν τῇ διανοίᾳ ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν· καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ.

καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν.

καὶ πᾶς ὁ ἀφαιρῶν τὸ ἀφαίρεμα ἤνεγκαν ἀργύριον καὶ χαλκόν, τὰ ἀφαιρέματα Τυρίῳ· καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα, καὶ εἰς πάντα τὰ ἔργα τῆς ἤνεγκαν.

καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκι- vov καὶ τὴν βύσσον·