Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἔξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμη κατάπαυσις, ἅγιον, σόββατα ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.
οὐ καύ- σετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος.
καὶ εἶπεν Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος λέγων
Δάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα Τυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον ἀργύριον χαλκόν,
ὐάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον, βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγίας,
καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα,
καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος
τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους,
καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα,
καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐῆς,
καὶ τοὺς λίθους τῆς σμα- ράγδου,
καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος,
καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς,
καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη
καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ,
καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,
καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως.
Καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν ‘Ισρα- ὴλ ἀπὸ Μωσῆ.
καὶ ἀνήνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία, [*](AF 1 εἶπεν] + πρὸς αὐτοὺς AF 2 καταπαύσεις Α | σαββατα] σάββατον) [*](AF Ι ἀναπαύσεις Α | κυρίω] pr τὼ AF | ἐν ἀυτὴ ἔργον AF 3 τῆ ἥμερα] pr ἐν AF 4 Μωυσῆς AF Ι τὸ ῥῆμα] om τὸ F 6 δίπλου (sic) διανε|νησμενον in mg et sup ras Α a? | om διανενησμένον F Ι βύσσον] pr κα AF 8 ’τον ποδήρη] pr εἰς AF 9 καρδίαι διάνοια AF | om πάντα F 10 τὰ παραρύματα] + καὶ τὰ κατακαλυμματα B ab mg + κα τὰ γλύμματα Α + καὶ τὰ καλύμματα F 11 om καὶ τὸ ἱλαστήριον ἀύτης F 13 τῆς σμαράγδου] pr του, AF 14 καὶ τὸ θυιυαμα κα τὸ ἕλ’. του Χρσματος] (??) τὰ θυlμιαματα καὶ τὸ ἕλ’. του χρίσματος Λαί om F 15 καὶ τὴν τράπεζαν κα πάντα τὰ σκεύη ἀύτης Aa + καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη ἀύτης Α 16 τὰ σκεύη ἀύτης] + καὶ τὸ ἔλαιον του χρίσματος (Χρεισμ. F 1) καὶ τὸ θυμίαμα τῆς συνθεσεως καὶ τὸ ἐπίσπαστρον τῆς θύρας τῆς σκήνης F 17 om καὶ τὸ θυσιαστ. καὶ π. τὰ σκεύη αὐτοῦ Α | τὰ σκεύη] om τὰ F 18 λειτουργησου- σιν] λειτουργοῦσιν AF | ἐν ἀυταῖς] + ἐν τὼ αγιω AF 19 om καὶ τὸ ἔλαιον του χρίσματος καὶ τὸ θύμ’. τῆς συνθέσεως F 20 Μωυσῆ AF 21 ἄνη· BabAF Ι η καμια ἀυτῶν AF)