Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐκά- λεσεν αὐτοὺς Μωσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν ’ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς· καὶ ἐλάλησεν αὐτοῖς
καὶ μετὰ ταῦτα προσηΛθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ἰσραήλ. καὶ ἐνετείλατο αὐτοῖς πάντα ὅσα ἐνετίλατο κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει
καὶ ἐπειδὴ κατέπαυσεν λαλῶν πρὸς αὐτούς, ἐπν- θῆκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα.
ἡνίκα δ' ἄν εἰσεπορεύετο Κυρίου κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ καὶ ἐξελθὼν ἐλάλει πᾶσιν τοῖς υἱοῖς Ἰσραὴλ ὅσα ἐνε- τείλατο αὐτῷ κύριος.
καὶ ἴδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον ὅτι δεδόξασται· καὶ περιέθηκεν Μωυσῆς κάλυμμα ἐπὶ τὸ ἑαυτοῦ, ἕως ἄν εἰσέλθῃ συνλαλεὶν αὐτῷ.
Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ [*](25θύματα] θυμίαμα Α θύμα F Ι τῆς ἑορτῆς] om τῆς AF AF 26 θη- AF σεις] εἰσοίσεις AF | οὐ προσοισεις] οὐχ ἑψήσεις AF 27 τέθειμαι Β* AF] τίθεμαι B a 28 ἐνάντιον] ἔναντι AF | ἥμερα F* (ημερας F 1) | τὰ ῥήματα ταύτα ἔπι τῶν πλάκων] ἔπι τῶν δύο πλάκων τὰ ’ρημ’. ταύτα Α ἔπι τῶν πλάκων τὰ ’ρημ’. ταύτα F 29 εκ 1°] ἄπο Α Ι ὄρους 1°] + Σίνα AF | αἰ δύο] ἴδου αἰ AF Ι ἐκ 2°] ἄπο AF | Μωσης] κα Μωσης AF Ι Χρωματος] χρωτὸς AF 30 ἔιδεν F Ι πρεσβυτεροι] υἱοὶ AF Ι ἢν] + ’δε F Ι χρώματος] χρωτὸς AF | εγ- γισαι αὐτοῦ] εγγισαι ἀυτῶ AFvld ἔηι (εγγι αυτω) 31 Μωσης] Μωυσης AF | αὐτοῖς M.] M. πρὸς αὐτοὺς AF 32 υἱοὶ] πρεσβύτεροι Α (sed οἱ πρεσβ. Ιηλ και| ε sup ras et in mg Λῆ | ἐνετείλατο 2°] ἐλάλησεν AF | Σίνα AF 33 ἐπειδὴ] ἔπι F Ι κατέπαυσεν] + Μωυσης Α 34 Μωυσης AF | του εκπορ.] οὐ εκπορ. Α Ι πάσι AF 35 ἔιδον F Ι Μωση] Μωυση AF | κα. τὸ AF | ἑαυτοῦ] αὐτοῦ Α XXXV 1 συναγωγην] pr τὴν Α)
ἔξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμη κατάπαυσις, ἅγιον, σόββατα ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.
οὐ καύ- σετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος.
καὶ εἶπεν Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος λέγων
Δάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα Τυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον ἀργύριον χαλκόν,
ὐάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον, βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγίας,
καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα,
καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος
τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους,
καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα,
καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐῆς,
καὶ τοὺς λίθους τῆς σμα- ράγδου,
καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος,
καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς,