Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνομα, θεὸς ζηλωτής ἐστιν.
μή ποτε θῇς διαθήκην τοῖς ἐνκαθημένοις πρὸς ἀλλοφύλους ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσίν σε καὶ φάγῃς τῶν θυμάτων οὕτων,
καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου, καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶ αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν.
καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.
καὶ τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξῃ· ἑπτὰ ἡμέρας φάγῃ ἄζυμα, καθάπερ ἐντέταλμαί σοι, εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων· ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου.
τᾶν διανοῖγον μήτραν, ἐμοὶ τὰ ἀρσενικά, πᾶν πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου.
καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν δὲ μὴ λυτρώσῃ αὐτό, τιμὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.
ἕξ ἡμέ. ῥᾶς ἐργᾷ, τῆ δὲ ἑβδόμῃ κατάπαυσις· τῷ σπόρῳ καὶ τῷ ἀμήτῳ κότα. παῦσις.
καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι, ἀρχὴν θερισμοῦ πυροῦ, καὶ ἀρχὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ.
τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ θεοῦ Ισραήλ.
ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλα- τύνω τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἄν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον Κυρίου τοῦ θεοῦ σου τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ.
οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυμιαμάτων μου, καὶ οὐ κοι- [*](AF 12 πρόσεχε σεαυτῷ μὴ ποτε δι’ rescr Α b? | θὴς] διάθῃ Α | σοι] ποτε AF 13 om κα τὰ ἄλση ἀυτῶν ἐκκόψετε Α | om ἐν AF 14 θέοις ἑτέροις] θέω ἑτέρω AF 15 θης] διαθη Α θῆ F* (θης F 1 vid) | om πρὸς ἀλλοφύλους A* ἑνοῖς πρὸς αλλο|φυλου in mg et sup ras Α a) F Ι θύσωσιν Α ὦσιν sup ras A a) F | θυμάτων] θυσίων AF 16 δὼς] δώσεις Α | ἐκπορνεύσωσιν 1°] εκπορνευ- σουσν Α | om καὶ εκπορν. οἱ υἱοὶ σου ὂπ. τῶν θέων ἀστῶν Α | οἱ υἱοὶ] τους υἵους F 18 μήνι 2°] pr τὼ AF 19 om πὰν 2° AF 20 om προβατω A* vid (λυτρω|ση προβάτῳ in mg et sup ras Α a) Ι om μὴ F* (superscr F 1) Ι om αὐτὸ AF | δώσεις] + αὐτοῦ AF 21 ἑβδόμη] pr ἥμερα τῆ AF | κατα- παυσις 1°] καταπαύσεις AF | κατάπαυσις 2°] καταπαυσεις Α 22 πυρου] πύρων AF Ι ἄρχην 2°] ἑορτὴν AF 23 om σου F | Ισραηλ] σου F 24 προ] ἄπο AF Ι πλατύνω] ἐμπλατύνω AF Ι οὐθεὶς AF Ι τῆς γῆς] τὴν γην F | ἀν’] ἔαν AF | ἔναντι F 25 θυμιαμάτων] θυσιασμάτων AF)
τὰ πρωτο- [*](B) γενήματα τῆς γῆς σου θήσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου. οὐ προσοίσεις ἄρνα ἐν γόλακτι μητρὸς αὐτοῦ.
καὶ εἶπεν Κύρος πρὸς Μωυσῆν Γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τέθειμαί σοι διαθήκην καὶ τῷ Ἰσραήλ.
Καὶ ἦν ἐκεῖ Μωυσῆς ἐναντίον κυρίου τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύ· κτὰς· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν· καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους.
‘Ως δὲ κατέβαινεν Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωσῆς οὐκ ἤδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῶ λαλεῖν αὐτὸν αὐτῷ.