Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστίν.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας.

καὶ λέγει ἐμφάνισόν μοι σεαυτόν.

καὶ εἶπεν Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ λαλήσω ἐπὶ τῷ ὀνόματί μου κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὅν ἄν ἐλεῶ, καὶ ὃν ἀν’ οἰκτείρω.

καὶ εἶπεν Οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσ- οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται.

καὶ Κύριος ’ιδοὺ τόπος παρ’ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας·

ἡνίκα δ' ἄν παρέλθῃ μου ἡ δόξα, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ [*](AF 8 om καὶ F | κατενόουν AF | Μωυσῆ F | εἰσελθεῖν BF 1] ἐλθεῖν AF 9 Μωυσης AF | τὴν θύραν] τῶν θύρων AF | Μωυση AF 10 της θυρο 1°] των θύρων AF | της σκήνης αὐτοῦ] + καὶ κατενόουν ἀπιόντος Μωυση 11 λαλησει] λαλησαι AF | ’τον ἑαυτοῦ Φ.] om τον AF 13 εἰδῶ F | 0 ἀν’ Α | ἐνάντιον 2°] ἐνώπιον AF | om τὸ μέγα A*F (hab Α a mg) 15 λεγε εἶπεν AF | αὐτὸς σὺ πορεύῃ] σὺ αὐτὸς συμπορεύσῃ (-ρενη F) μεθ’ ἤμων A 16 om αλλ η...ο λαος σου 2° B* (hab B ab mg int) | ἐνδοξασθήσομαι] ενδοξασθ σομεθα AF 17 καὶ εἶπεν] εἶπεν ’δε AF | μου] ἐμοῦ AF 18 εμφανισ μοι σεαυτὸν] δειξον μοι τὴν σεαυτοῦ δοξαν AF 19 λαλήσω ἔπι] κάλω AF | μου Kwptos] νυ AF 20 καὶ ειπεν] εἶπεν ’δε F | τὸ πρόσωπον μ AF | εἴδη F 21 στηση] pr κα AF 22 η ’δοξα μου AF)

173
σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ ἕως ὃν παρέλθω·

καὶ ἀφελῶ τὴν [*](B) , καὶ τότε ὄψῃ τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθή- σοι.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρῶται, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις αἷς συνέτριψας.

καὶ γίνου ἕτοιμος εἰς τὸ πρωί, καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ στήσῃ μοι ἐκεῖ ἐπ’ ἄκρου τοῦ ὄρους.

καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου.

καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινά, καθότι συνέταξεν αὐτῷ κύριος· καὶ ἔλαβεν Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας.

καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν τῷ ὀνόματι κυρίου.

καὶ παρῆλ- θεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν κύριος ὁ θεὸςοἰκτείρ- μῶν καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός,

καὶ δικαιοσύνην διατηρῶν καὶ ἕλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ γενεάν.