Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ προσκεκυνήκασιν αὐτῷ καὶ εἶπαν

Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.

καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτούς. καὶ ποιήσω σε εἰς ἔθνος μέγα.

καὶ ἐδεήθη Μωυσῆς ἔναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν Ἵνα τί, Κύριε, θυμοῖ ὀργᾖ εἰς τὸν λαόν σου, οὑς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονι σου τῷ ὑψηλῷ;

μή ποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες Μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς. παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου, καὶ ἵλεως γενοῦ ἔπι τἠ̣ κακίᾳ τοῦ λαοῦ σου,

μνησθεὶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν σῶν οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτούς λέγων § Πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ πᾶσαν τὴν γῆν ταύτην ἢν εἶπας δοῦναι αὐτοῖς, καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα.

καὶ ἱλάσθη Κύριος περιποιῆσαι τὸν λαὸν αὐτοῦ.

Καὶ ἀποστρέψας Μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους· καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ, πλάκες λίθιναι, καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν, ἔνθεν καὶ ἔνθεν ἦσαν γεγραμμέναι·

καὶ αἱ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ κε κεκολαμμένη ἐν ταῖς πλαξίν.

καὶ ἀκούσας [*](3 ἀυτῶν] pr τῶν γυναίκων Α 4 ἀυτὰ (bis)] αὐτὸ AF | τῆ γραφίδι] om AF τῆ Α τῆ ῥαφίδι F Ι εἶπεν] εἶπαν Α —6 plurima mutila in F 5 του κυρίου] om του AFvid 6 ὀρθρίσας] + ὁ.....F*(om ὁ F 1) Ι θυ...F | πειν B* (πιεν BabA) 7 κατάβηθι το τάχος εντενθεν Α Ι ὂν] οὑς Α 8 καὶ εἶπαν] pr καὶ τεθύκασιν ἀυτῶ Α 11 ἔναντι] κατέναντι Α | om κυρίου Α Ι του θεοῦ] + αὐτοῦ Α | τὼ βραχ. σου τὼ ὑψηλὼ] βραχ. ὑψηλὼ Α 13 ὤμοσας] + αὐτοῖς Α Ι σαυτοῦ Α | πολυπληθυνω]... | θυνω F | αὐτοῖς] τὼ σπέρματι ἀυτῶν AF 14 περιποίησαι] πέρι τῆς κακίας ἦς εἶπεν ποίησαι AF 15—16 plu rima mutila in F 15 ἄπο] ἐκ F f καταγεγραμμέναι] γεγραμμέναι AF 16 θεοῦ 2°] + ἐστιν AFvid)

170
[*](B) Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν Φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.

καὶ λέγει Οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ' ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς· ἀλλὰ φωνὴν ἐξαρχόντωνοἴνου ἐγὼ ἀκουςω.

καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χοροὺς· καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δυο πλάκας, καὶ συνέτρεψεν αὐτὰς ὑπὸ τὸ ὄρος·

καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν κατέκαυσεν αὐτὸν ἐν πυρί, καὶ κατήλεσεν αὐτὸν λεπτόν, καὶ ἔσπειρεν αὐτὸν ὑπὸ τὸ ὔδωρ, καὶ ἐποτισεν αὐτὸ τοὺς νἱοὺς Ἰσραήλ.

καὶ εἰπεν Μεωυσῆς τῷ Ἀαρών Τί ἐποίησέν σοι ὁ λαὸς οὗτος ὅτι ἐπήγαγες ἐπ' αὐτοὺς ἁμαρτίαν μεγάλην;

καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν Μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.

λέγουσιν γάρ γοι Ποίησον ἡμῖν θεοὺς οἵ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.