Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἶπεν αὐτοῖς Μωυσῆς Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον Κυρίῳ, ἔκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ' ὑμᾶς εὐλογίαν.
Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωσῆς πρὸς τὸν λαόν Ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεὸν ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν.
ὑπέστρεψεν δὲ [*](AF) [*](17 ττη φωντρ] την φωνην ΒabAF 19 και ηνικα] ηνικα δε AF | ηγγισεν AF | μοσχον] οχλον F 20 om ουτον Ι° Α | om εν AF | κατηλασεν AF | om αυντον 2° Α | υπο]επι Β²AF 21 τω]προς AF 22 μη] pr λεγων Α 23 ημων] ημιν F | εξ]εκ γης Α 24 ει τινι] om ει AF | Λευι AF (item 28) 27 λεγει 1°] εικεν AF | την εσυτου ρομφ.] την ρομφ. εαυτου AF | πυλην] πυλης Α | τον εγγιστα] pr τον πλησιον συτου και εκαστος AF 28 ελαλησεν] συνεταξεν F | om εν Α | τη ημερα εκεινη AF | τρ[.]ισχιλιους F 29 Κυριω] pr τω Α | υιων F* | η] και εν AF 30 ειπεν] pr και AF | Μωυσης AF | εξιλασομαι AF1 vid a 31 επεστρεψεν AF)
καὶ νῦν εἰ μὲν ἀΦεὶς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόυ με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἴ τις ἡμάρτηκεν, ἐξαλείψω αὐτοὺς ἐκ τῆς βίβλου μου.
σὺ δὲ βάδιζε κατάβηθι, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου· ᾗ δ’ ἄν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.
καὶ ἐπά- ταξεν Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ααρών.
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν ἣν ὤμοσα τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν.
καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖς τὸν Ἀμορραῖον καὶ Χετταῖον καὶ Φερεζαἱον καὶ Γεργεσαῖον καὶ Εὑαῖον καὶ ’Ιεβουσαῖον.
καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ.
καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησεν ἐν πενθικοῖς.
καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ἰσραήλ Ὑμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς· νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον, καὶ δείξω σοι ἃ ποιήσω σοι.
καὶ περιείλαντο οἱ υἱοὶ Ἰσραὴλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρήβ.
καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου· καὶ ἐγένετο, πδς ὁ ζητῶν Κῦρον ἐξεπορεύετο εἰς τὴν σκηνὴν τὴν ἵξω τῆς παρεμβολῆς.
ἡνίκα δ' ἄν εἰσεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, ἱστήκει πᾶς ὁ λαὸς [*](32 om ἀυτῶν AF I με] ’καμε Α 33 ἡμάρτηκεν] + ἐνώπιον ἐμοῦ Βabmg + AF νωπ. μου AF [αυτους] αυτον ΑF [εκ] απο F 34 σὺ] νυνὶ BabAF | om κάτα. ηθι AF | προπορεύεται πρὸ πρόσ’. σου] προπορεύσεται πρὸ πρόσ’. σου Α πρὸ ροσ. σου προπορεύεται F 35 ον AF | ἐποίησεν λάρων] ἐποίησαν ἑαυτοῖς [εποιησεν] Ααρων F 1 1 vid mg XXXIII 2 πρὸ προσώπου] πρότερον AF kβλεις εκβαλει Β 1? a? AF Ι τον Αμορραιον] pr τον Χαναναιον και AF Ι Χετ- αιον] pr τον AF | Φερεζαιον] pr τον F Ι Ιεβουσαιον + και Χαναναιον Βab mg εισαξω] εισαξει AF 1 mg | om μη Α 4 κατεπενθησαν AF 5 επαξω ’γὼ] εγω ἐπάγω Α ἐγὼ ἐπαγάγω F Ι ἀφέλεσθε] ἀφέλετε AF Ι om τῶν δόξων (hab Bab mg AF) Ι om σοι 2° Fcorrvid 6 του χωρηβ] om του AF 7 om ιακραν ἄπο τῆς παρεμβολῆς B* (hab ΒabmsAF) Ι om καὶ ἐγένετο Α | τὴν ἔξω] om τὴν AF 8 Mωυσης AF Ι om ἔξω τῆς παρεμβολῆς AF Ι ειστηκε BabF)
ὡς δ’ ἄν εἰσῆλθεν Μωσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωσῇ·
καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στύλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον· καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυὴ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς.
Καὶ εἶπεν Μωυσῆς πρὸς Ἴδου σύ μοι λέγεις Ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποσταλεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας Οἶδα σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ' ἐμοί.
εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἄν ὦ χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο.