Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπίστη· μὴς ἐν παντὶ ἔργῳ,

διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστόν,

καὶ τὰ λιθουργικά, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα.

καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα·

τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς [*](27 om καὶ τὴν σκήνην του μαρτ. καὶ πάντα τὰ σκεύη ἀύτης AF 28 ’τον AF λουτῆρα] + καὶ τὴν βάσιν αὐτοῦ AF 32 ποιηθησεται] ποιήσεται Α 33 om αὐτοῦ 2° Α 34 χαλβάνην] καὶ χαβρανην Α 35 ἐν ἀυτῶ καθαρον] αὐτὸ θυμιαμα....καθαρον sup ras pi litt Aa | μεμιγμένον] + συν- θέσεως Aa 37 αυτοις] ἑαυτοῖς Α 38 αὐτοῦ BaA ἀύτης B*) XXXI 2 οὐρείου] οὐρίου Bb οὐρὶ Α | ’τον Ωρ] υἱοῦ lip Α 4 αρχιτεκτονησαι] ἀρχιτέκτον’ εἰν Α | τὸ νηστὸν] + καὶ τὴν βύσσον τὴν κεκλωσ μένην Α 5 καὶ εἶ τὰ ἔργα] εἰς τὰ ἔργα καὶ Α 6 ἔδωκα] δέδωκα Α | συνεταξα σοι Α)

168
[*](Β) διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς,

καὶ τὰ θυσιαστήρια, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πόντα τὰ σκεύη αὐτῆς,

καὶ τὸν λουτῆρα καὶ τὴν βόσιν αὐτοῦ,

καὶ τὰς στολὰς τὰς λειτουργικάς Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι,

καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Καὶ σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ὀρᾶτε καὶ τὰ σάββατά μου σημεῖόν ἐστιν παρ’ ἐμοὶ κοὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς.

καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθή- σεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ.

ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς ὅς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανατωθήσεται.

καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γένεὰς αὐτῶν· διαθήκη αἰώνιος

ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραήλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἕξ ἡμέραις ἐποίησεν Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ κατέπαυσεν καὶ ἐπαύσατο.

Καὶ [*](§ F) ἔδωκεν Μωσεῖ, ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἱέν τῷ ὄρει τῷ Σεινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλω τοῦ θεοῦ.

Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ Ἀαρὼν καὶ λέγουσιν αὐτῷ Ἀνάστηθι καὶ ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος ὁ ἄνθρωπος ὅς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.

καὶ αὐτοῖς Ἀαρών Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν ὑμῶν καὶ θυγατέρων, καὶ ἐνέγκατε πρὸς μέ.

καὶ [*](AF 10 ἱερατεύειν] pr εἰς τὸ Α 11 ἐνετειλάμην εωετιλ. B* ενετειλ. Bb?)] ἐντέταλμαι Α 13 σημεῖον ἐστιν] ἐστιν γὰρ σ. Α 14 φυλάξασθαι Α | τὰ σάββατα] τὸ σάββατον Α Ι τοῦτο ἐστιν Κυριου] ἔσται Α | ὃς] ὅστις Α Ι ἀυτῶ] αυτη Α | αὐτοῦ] ἀύτης Α 15 ος] ὅστις Α | τῆ ἑβδόμη °] του σαββατου Α | θανατωθησεται] pr θανάτω Α 17 om ἐν ἐμοὶ 2° Α | ἐξ ημεραις] ἐν BabA Ι ’τον ουρανον] ’τον τε ουρ. BabA Ι ἐπαύσατο καὶ κατέπαυσεν Α 18 Μωσει] Μωυση Α | ἀυτῶ] πρὸς αὐτὸν Α Ι om τὼ 2° F Ι Σίνα XXXII 1 λέγουσιν] ἔλεγον Α Ι Μωυσης AF | ἐξ λίγ’.] ἐκ γῆς Αἶγ’. Α)

169
περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν [*](B) καὶ ἤνεγκαν πρὸς Ἀαρών.

καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι, καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.