Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.

καὶ θύσει ἐπ’ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωὶ πρωί· ὅταν ἐπισκευάσῃ τοὺς λύχνους, θυμιάσει ἐπ’ αὐτοῦ.

καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς κυρίου εἰς γενεὰς αὐτῶν.

καὶ οὐκ ἀνοίσει ἐπ’ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· σπονδὴν οὐ σπείσεις ἐπ’ αὐτοῦ.

και ἐξιλάσεται περὶ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτό· εἰς γενεὰς αὐτῶν ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ.