Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ. εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ.

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν ἰδὼν ἴδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τῆ ὀδύνην αὐτῶν,

καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ [*](20 ἴνα τι] + οὕτως B ab AF 21 ἐξέδετο Α | Μωσει Α 22 om AF Μωυσης AF | om ὅτι Α | ἀλλότρια] + τὸ ’δε ὄνομα του δευτέρου ἐκάλεσεν Ελιεζερ ο γὰρ θεὸς του πατρὸς μου βοηθὸς μου· κα ἐρρύσατο με ἐκ χειρὸς Φαραὼ· F 23 κατεστέναζον F 24 Ισακ B 25 ἔπιδεν] ἐπεῖδεν B ab εἴσιδεν Α εἰσεῖδεν F III 1 ηγαγεν] ἦγεν AF 2 om ἀυτῶ F | πυρὶ φληος] ἐν φλογι (φλογει F) πυρὸς AF 3 ὅτι] pr τὶ AF ’δεν F | om αὐτὸν F* (hab F 1 mg) 5 ο ’δε εἶπεν] κα εἶπεν, AF | om Α 6 καὶ ειπεν] + α λεσθαι] pr του F | om καὶ A 6 και ειπεν] + aurw AF | θεὸς 2°] pr ο Α 7 ἔιδον F 8 εξε- αὐτοὺς AF)

108
[*](B) Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὑαίων

καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς μέ, κἀγὼ ἑώρακα τὸ θλιμμὸν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς.

καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραὼ Βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραὴλ ἐκ γῆς Αἰγύπτου.