Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἴς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων κα Εὑαίων καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

καὶ εἰσακούσονταί σου τῆς φωνῆς. καὶ εἰσελεύσῃ σὺ κα ἡ γερουσία Ἰσραὴλ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς πρὸς αὐτόν Ὁ θεὸς τῶν Ἐβραίων προσκέκληται ἡμᾶς. πορευσώμεθα οὖν ὁδὸν τρῶν ἡμερῶν - ἔρημον, ἵνα θύσωμεν τῶ θεῶ ἡμῶν.