Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεὸν ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἰοὺς Ἰσραὴλ καὶ ἐρῶ πρὸς αὐτούς Ὁ θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς ἐρωτήσουσίν με Τί ὄνομα αὐτῷ; τί ἐμ πρὸς αὐτούς;

καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν λέγων Ἐγώ εἰμι ὁ ὤν· καὶ εἶπεν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ Ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς.

καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνη- μόσυνον γενεῶν γενεαῖς.

ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, λέγων Ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ

καὶ εἶπεν Ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἴς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων κα Εὑαίων καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

καὶ εἰσακούσονταί σου τῆς φωνῆς. καὶ εἰσελεύσῃ σὺ κα ἡ γερουσία Ἰσραὴλ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς πρὸς αὐτόν Ὁ θεὸς τῶν Ἐβραίων προσκέκληται ἡμᾶς. πορευσώμεθα οὖν ὁδὸν τρῶν ἡμερῶν - ἔρημον, ἵνα θύσωμεν τῶ θεῶ ἡμῶν.

ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ βασιλεὺς [*](A F) [*](8 κα Γεργ. κα Ευ.] καὶ Ευ. καὶ Γεργ. AF 9 om με Fvid | κἄγω] καὶ ἐγὼ ΑF 11 om ἐγὼ F | ἐγὼ ὅτι πόρευ’ SUP ras Aa 12 om ο θεὸς Μωνσει λεγων AF | ἐξαποστελῶ] αποστελλω AF | σε ἐξαγαγεῖν AF | om μου Α* (liab 13 ἐλεύσομαι AF | ὑμῶν AF | ἐρωτήσωσιν F 14 om λέγων AF 15 πάλιν ο θεὸς F | Μωνσην] Μων sup ras Α 1 | om γενέων Α 16 om οὑν AP | ναγαγε τὴν γερ. τῶν ὑιῶν sup ras A 1? a? 17 ειπεν] εἶπα Α εἶπον F | Αμ. κα Φέρ’. κα Γεργ. καὶ Eu.] Ευ. καὶ Αμ. καὶ Φέρ’. καὶ Γεργ. F 18 Ισ- ραηλ] pr τῶν ὑιῶν F | om Φαραω F | ο θέοι] pr κύριος F | πορευσώμεθα B* A] πορευσόμεθα B ab F | τὼ θέω] pr κυρίω F 19 προσήσεται F)

109
Αἰγύπτου πορευθῆναι, ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς·

καὶ ἐκτείνας [*](B) τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς.

καὶ δώσω χάριν τῷ λαῷ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἄποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·

αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν· καὶ σκυλεύσατε τοὺς Αἰγυπτίους.

ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν Ἐὰν μὴ σῶσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου, ἐροῦσιν γὰρ ὅτι οὐκ ὦπταί σοι ὁ θεός, τί ἐρῶ πρὸς αὐτούς;

εἶπεν δὲ αὐτῷ κύριος Τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπεν Ῥάβδος.

καὶ εἶπεν 'Ρίψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγεν Μωυσῆς ἀπ’ αὐτοῦ.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χεὶρ αὐτοῦ·

ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι ὁ θεὸς τῶν πατέρων αὐτῶν, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς ’lακώβ.

εἶπεν δὲ αὐτῷ κύριος πάλιν Εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών.

καὶ εἶπεν πάλιν Εἰσένεγκον τὴν χέρα σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτῆς·

ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσιν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου.

καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακού- σωσιν τῆς φωνῆς σου, λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα [*](20 τὴν χεῖρα] + μου F | πᾶσιν Α 21 τούτω] μου F Ι ἐνάντιον] ἐνῶ AF ἴον F | κενοὶ] καινοὶ Α 22 αἰτήσει] pr ἄλλα F | ἀργύρι’ F | θυγατερας ὑμῶν] τέρας ὑμῶν sup ras Α 1 | σκυλεύσατε] συσκευασεται Α συσκευάσατε F IV 1 ἔαν] + οὑν AF Ι ο θεὸς] pr κύριος Α 2 κύριος] ο θεὸς F | om ἐστιν τὸ F 4 ἔκτεινας οὑν] καὶ ἔκτεινας F 5 om σοι 1 0 Bab Ι ο θεος] pr κύριος AF 6 εἰσένεγκον] εἰσένεγκαι Α εἰσένεγκε F j εἰσήνεγκεν] εἶσε· νεγκεν B a ? b | τὴν χ. αὐτοῦ 2°] ἀυτὴν F | η χ. αυτου] η χ. Μωυσεως Α 7 καὶ εἶπεν· πάλιν B b F | εἰσένεγκον] εἰσένεγκαι Α εἰσένεγκε F | τὴν χεῖρα 2°] + αὐτοῦ Α | ἀυτὴν] τὴν χεῖρα F | ἐκ του κόλπου] εἰς ’τον κόλπον F | απεκατεστη B * A ] ἀποκατέστη B a ? b (απ .κατεστη F) Ι ἀύτης] αὐτοῦ AF 8 εἰσακούσωσιν] ἀκούσωσιν F | ἐσχάτου] δευτέρου F)

110
ἐπὶ τοῦ ξηροῦ.

Εἶπεν δὲ Μωυσῆς πρὸς Τύριον Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι.