Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς [*](20 δεξιὰς χειρὸς] χειρὸς τῆς δεξιὰς AF 21 του ἄπο του θυσ.] om του AF ἄπο AF | om καὶ ἔπι τὴν στολὴν αὐτοῦ Α | om καὶ οἱ υἱοὶ αὐτοῦ Α | του κριοῦ προσχεεις] του κριοῦ πρὸς το| sup ras Aa 22 παι τοὺς κα ’τον λοβὸν του ἥπατος Α 23 ἐν] ἔνα Βa? 24 αὐτοῖς BF*vid] AF1 25 λημψη] δεξη AF | ανοισεις] + αυταΑ 26 αφαιρισμα Β* (αφορ. Bab) Ι om σοι Β* (superset Bab) 27 αφειρηται B* (αφηρ. Bab) 28 αφορισμα] ἀφαίρεμα AF | αφαιρεμα 1°] αφορισμα F Ι ἄπο 1°] παρα AF | om τῶν ὑιῶν Ισραηλ 2° A*F (hab BAa?mg) 29 stolh] στήλη Α | του ἁγίου η ἐστιν Aαρων] Ἀαρὼν η ἔσται του ἁγίου Α)
καὶ τὸν κριὸν τῆς τελειώσεως λήμψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ·
καὶ ἔδονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·
ἔδονται αὐτὰ ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς, τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς· καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ’ αὐτοῦ, ἔστιν γὰρ ἅγια.
νέαν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται, ἁγίασμα γάρ ἐστιν.
καὶ ποιήσεις Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως κατὰ πάντα ὅσα ἐνετειλάμην σοι · ἑπτὰ ἡμέρας τελειώσεις αὐτῶν τὰς χεῖρας.
καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ· καὶ καθαριεῖς τὸ θυσιαατήριον ἐν τῷ ἁγιάζειν σε ἐπ' αὐτῷ, καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό.
ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ ἁγιασθήεται. ἁγιασθήσεται.
Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ·
τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν·
καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ, τῷ τετάρτῳ τοῦ εἵν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί·
καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ,
θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν, ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Τυρίου, ἐν γνωσθήσομαί σοι ἐκεῖθεν ὥστε λαλῆσαί σοι.
καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου·
καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν μοι·
καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἔσομαι αὐτῶν θεός. καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς [*](AF 30 τῶν ὑιῶν] pr ἐκ AF 32 τὰς θυρας] τὴν θύραν Α 32 — 33 μαρ- τυρίου ἔδονται ἀυτὰ· ἐν ὄις F 33 ἁγίασαι] pr καὶ AF | αὐτοῦ] ἀυτῶν AF 35 τὰς χεῖρας ἀυτῶν AF 36 τῆς αμαρτιας] pr τὸ AF | καθαρίσεις F | om ὥστε ἁγίασαι αὐτὸ A*vid (hab sup ras et in mg Aa) 37 καθαρίει Β* καθαριεῖς Bab) 38 α] ὅσα AF | ημερᾶ | επτα ἡμέρας ἔπι τὸ θυσιαστήριον ενδε|λεχως κάρπωμα in mg et sup ras Aa? | om ἔπι τὸ θυσιαστήριον F | ενδελεχως] + τὴν ἡμέραν F 40 τὼ τετάρτῳ] του τετάρτου Α τω Α1?) 41 om αὐτοῦ B* (hab BabAF) 42 γενεὰς] pr τὰς F Ι θύρας] pr τὰς AF Ι ἔκει AF 44 ιερατευειν] pr του F 46 γνώσονται] γνώσομαι Α)
Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων·
καὶ ποιήσεις αὐτὸ πήχεος τὸ μῆκος καὶ πήχεος τὸ εὖρος· τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ.
καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ.
καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς.