Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ λήμψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστιν γὰρ τελείωσις αὕτη·

καὶ ἄρτον ἕνα ἐξ ἐλαίου, καὶ λάγανον ἱν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Τυρίου·

καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖραι Ἀαρὼν καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, καὶ ἀφοριεῖς αὐτοῖς ἀφόρισμα ἔναντι Κυρίου.

καὶ λήμψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι κυρίου· κάρπωμά ἐστιν κυρίῳ.

καὶ λήμψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν Ἀαρών, καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι κυρίου, καὶ ἔσται σοι ἐν μερίδι.

καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται καὶ ὃς ἀφᾐρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ἀαρὼν καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ.

καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ· ἔστιν γὰρ ἀφόρισμα τοῦτο, καὶ ἀφαίρεμα ἔσται ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραήλ, ἀφαίρεμα κυρίῳ.

καὶ ἡ στολὴ τοῦ ἁγίου ἤ ἐστιν Ἀαρὼν ἔσται τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτόν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν·

ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς [*](20 δεξιὰς χειρὸς] χειρὸς τῆς δεξιὰς AF 21 του ἄπο του θυσ.] om του AF ἄπο AF | om καὶ ἔπι τὴν στολὴν αὐτοῦ Α | om καὶ οἱ υἱοὶ αὐτοῦ Α | του κριοῦ προσχεεις] του κριοῦ πρὸς το| sup ras Aa 22 παι τοὺς κα ’τον λοβὸν του ἥπατος Α 23 ἐν] ἔνα Βa? 24 αὐτοῖς BF*vid] AF1 25 λημψη] δεξη AF | ανοισεις] + αυταΑ 26 αφαιρισμα Β* (αφορ. Bab) Ι om σοι Β* (superset Bab) 27 αφειρηται B* (αφηρ. Bab) 28 αφορισμα] ἀφαίρεμα AF | αφαιρεμα 1°] αφορισμα F Ι ἄπο 1°] παρα AF | om τῶν ὑιῶν Ισραηλ 2° A*F (hab BAa?mg) 29 stolh] στήλη Α | του ἁγίου η ἐστιν Aαρων] Ἀαρὼν η ἔσται του ἁγίου Α)

164
[*](B) ὁ ἀντ’ αὐτοῦ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις.

καὶ τὸν κριὸν τῆς τελειώσεως λήμψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ·

καὶ ἔδονται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·

ἔδονται αὐτὰ ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς, τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς· καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ’ αὐτοῦ, ἔστιν γὰρ ἅγια.

νέαν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται, ἁγίασμα γάρ ἐστιν.

καὶ ποιήσεις Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως κατὰ πάντα ὅσα ἐνετειλάμην σοι · ἑπτὰ ἡμέρας τελειώσεις αὐτῶν τὰς χεῖρας.

καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ· καὶ καθαριεῖς τὸ θυσιαατήριον ἐν τῷ ἁγιάζειν σε ἐπ' αὐτῷ, καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό.

ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ ἁγιασθήεται. ἁγιασθήσεται.

Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ·

τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν·

καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ, τῷ τετάρτῳ τοῦ εἵν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί·

καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ,