Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς· ἁγιάσεις αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς· λήμψῃ δὲ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀμώμοὺς,

καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά.

καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἕν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ, καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς·

καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς [*](29 τὸ αυτο] τὸ ’δε αὐτὸ AF | om καὶ 5° B* (superscr Bab) 30 χρυσουν] + καὶ F Ι ἔπι BabAF] ὕπο B* Ι δώματος Α 31 ἐνάντιον] ἔναντι AF 34 ἔσται 1°] ἔσονται F 35 κοσυμβωτοι] κόσυμβοι AF Ι βυσσίνην] ἐκ βύσσου F 37 ιερατευσωσιν AF 38 περισκελα (? περισκέλια) Babvid 39 ὡς ἀν’] ὅταν AF Ι ὅταν] pr η BabAF | πρὸς ἑαυτοὺς] ἐφ’ ἑαυτοῖς Α ἐφ’ ἑαυτοὺς F XXIX 1 ἁγιάσεις] ἁγίασαι AF Ι om ’δε AF | ἐν] ἄμωμον Α | δύο AF 2 αρτου F | om καὶ λαγανα...εν ἐλαίω Α 3 om ἀυτὰ Α | κάνου Α | προσοίσεις BabAF προσοίσει B*) 4 om καὶ 1° Α)

162
[*](B) ἐν ὕδατι.

καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου, κα τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λήιον πρὸς τὴν ἐπωμίδα.

καὶ θήσεις τὴν μίτραν ἐπὶ τὴν κἠν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν.

καὶ λήμψῃ τοῦ ἐλαίου τοῦ χρίσματος, καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν.

καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας·

καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὑτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατία μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ,

καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, κα ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔωαντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·

καὶ σφάξεις τὸν μόσχον ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς , παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.

καὶ λήμψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς κα τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον.

τὰ ’δε κρέα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἵξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστιν.

καὶ τὸν κριὸν λήμψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ·

καὶ σφάξεις αὐτόν, καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ.

καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη, καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι, καὶ ἐπιθήσεις τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ.

καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυμίαμα κυρίῳ ἔ.

καὶ λήμψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· [*](AF 4 ἐν υδατι] om ἐν F 5 ενδυσεις] + αυτα Α | τὸ ἀυτῶ τὸ λόγιον AF | προς] καὶ F 6 θησεις] ἐπιθήσεις BabAF 8 αυτου] αὐτοὺς Α 9 post κιδάρεις ras 2 forte litt B? Ι μοι] εμοι Α 9 — 10 αωνα ...μαρτυριου 2° sup ras Aa 9 Ααρων τὰς χέρας αὐτοῦ] τὰς χ. Ααρων AaF 10 τας χεῖρας] + ἀυτῶν BabAF 11 om καὶ σφαξεις...μαρτυριου Α | εναντιον] ἔναντι BavidF 12 om μόσχου καὶ θήσεις ἔπι τῶν κεράτων του Α* (hab A1?a?mg) Ι θυσιαστηριου 1°] + κα επιθησεις ἔπι τῶν κεράτων του θυσιαστηριου Α Ι om πὰν Α 13 του ἥπατος] pr ’τον ἔπι F 14 κρεα] κερατα F 15 αὐτοῦ] αὐγῶν Α | om ἀυτῶν F 16 αὐτὸν] ’τον κριὸν AF 17 om ὕδατι Α* (hab Aa?mg) F | τὰ διχοτομ.] pr ἔπι Bab (superscr) AF 18 om καὶ F | ’τον κριὸν ὀλὸν AF | κυρίω 1°] pr τὼ AF | θυμίαμα] θυσιασμα .Βab?AF Ι Τυρίῳ 2°] pr τὼ Α Ι ἔσται] εστιν AF 19 om λημψη Α)

163

καὶ σφάξεις αὐτόν, καὶ λήμψῃ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσεις [*](B) ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ καὶ ἐπί τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν καὶ ἐπὶ τά ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν.