Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην, καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ.
καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν.
καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ μετ’ αὐτοῦ· καὶ χρίσεις αὐτούς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας, καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσίν μοι.
καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ, κάλυψα συνῆν χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται.
καὶ αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ ὡς ἄν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου· καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀπο- θάνωσιν· νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν.
Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς· ἁγιάσεις αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς· λήμψῃ δὲ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀμώμοὺς,
καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά.
καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἕν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ, καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς·
καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς [*](29 τὸ αυτο] τὸ ’δε αὐτὸ AF | om καὶ 5° B* (superscr Bab) 30 χρυσουν] + καὶ F Ι ἔπι BabAF] ὕπο B* Ι δώματος Α 31 ἐνάντιον] ἔναντι AF 34 ἔσται 1°] ἔσονται F 35 κοσυμβωτοι] κόσυμβοι AF Ι βυσσίνην] ἐκ βύσσου F 37 ιερατευσωσιν AF 38 περισκελα (? περισκέλια) Babvid 39 ὡς ἀν’] ὅταν AF Ι ὅταν] pr η BabAF | πρὸς ἑαυτοὺς] ἐφ’ ἑαυτοῖς Α ἐφ’ ἑαυτοὺς F XXIX 1 ἁγιάσεις] ἁγίασαι AF Ι om ’δε AF | ἐν] ἄμωμον Α | δύο AF 2 αρτου F | om καὶ λαγανα...εν ἐλαίω Α 3 om ἀυτὰ Α | κάνου Α | προσοίσεις BabAF προσοίσει B*) 4 om καὶ 1° Α)
καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου, κα τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λήιον πρὸς τὴν ἐπωμίδα.
καὶ θήσεις τὴν μίτραν ἐπὶ τὴν κἠν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν.
καὶ λήμψῃ τοῦ ἐλαίου τοῦ χρίσματος, καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν.
καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας·
καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὑτοῖς τὰς κιδάρεις· καὶ ἔσται αὐτοῖς ἱερατία μοι εἰς τὸν αἰῶνα· καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ,
καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, κα ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔωαντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·
καὶ σφάξεις τὸν μόσχον ἐναντίον Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς , παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.
καὶ λήμψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς κα τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον.
τὰ ’δε κρέα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἵξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστιν.
καὶ τὸν κριὸν λήμψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ·