Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δέκα δύο, κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς.
καὶ ποιήσεις ἐπὶ τὸ λήιον κροσοὺς συνπεπλεγμένους, ἔργον ἁλυσιδωτοῦ ἐκ χρυσίου καθαροῦ.
καὶ λήμψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογίου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον, μνημόσυνον ἔναντι τοῦ θεοῦ.
καὶ θήσεις ἐπὶ τὸ λήιον τῆς κρίσεως τοὺς κροσούς· τὰ ἁλυσιδωτὰ ἐπ’ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ληίου ἐπιθήσεις,
καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ’ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον.
καὶ ἐπιθήσεις ἐπὶ τὸ λήιον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἱστᾶι ἐπὶ τοῦ στήθους Ἀαρὼν ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἐναντίον κυρίου διὰ παντός.
Καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον.
καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ᾤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφα- σμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ.
καὶ ποιήσεις ὑπὸ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου [*](AF 15 κεκλωσμενης] κεκλωσμένου Α 15 — 16 κεκλωσμένης ποιήσεις αὐτὸ· τετράγωνον ἔσται διπλοῦν· F 16 ποιήσεις] εἰς sup ras Ba Ι om σπιθαμῆς τὸ μῆκος αὐτοῦ καὶ B*vid (hab sup ras Βa) Ι om αὐτοῦ AF 17 τοπαδιον F Ι om καὶ 2° AF 19 ἀχάτης] pr καὶ AF Ι αμεθυστος] pr καὶ AF 20 συνδεδεμένα] pr καὶ AF Ι om εν F| χρυσίω ἔστωσαν sup ras et in mg Aa (om εν χρ. Α*vid) 21 δέκα δύο 1°] δωδεκα AF κατα τα ον. ἀυτῶν] pr κάτα τὰς γενέσεις ἀυτῶν Α | εκαστος] ἑκάστου AF | δέκα δύο 2°] τὰς δώδεκα AF 22 ἁλυσιδωτὸν AF | om ἐκ AF 23 του λογίου] τὸ λήιον Α 26 τίον (bis)] ἔναντι AF 27 ολ. ποδ’, Α 28 ὤιαν AF Ι ὕφασμ’. F 29 ὕπο] ἔπι Bab AF | κάτωθεν] κυκλόθεν Α)
παρὰ ῥοίσκον χρυσοῦν κώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ ὑποδύτου κύκλῳ.
καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ὅ́γιον ἐναντίον κυρίου καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.
Καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρόν, σφραγῖδος, ἁγίασμα κυρίου. καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος, ἁγίασμα Κυρίου.
καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης, καὶ ἔσται ἐπὶ τῆς μίτρας· κατὰ πρόσωπον τῆς μίτρας ἔσται.
καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών, καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων ὅσα ἁμεάσωσιν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διὰ παντός, δεκτὸν αὐτοῖς ἔναντι κυρίου.
καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην, καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ.
καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν.
καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ μετ’ αὐτοῦ· καὶ χρίσεις αὐτούς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας, καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσίν μοι.
καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ, κάλυψα συνῆν χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται.
καὶ αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ ὡς ἄν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου· καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀπο- θάνωσιν· νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν.
Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς· ἁγιάσεις αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς· λήμψῃ δὲ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀμώμοὺς,