Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶν τοῖς υἱᾶς Ἰσραήλ· καὶ ἀναλἠμψεται Ἀαρὠν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.

Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ

καὶ ποιήσεις δύο κροσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ καροσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς [*](20 ἄτρυγον] ατρυγητον Α Ι om καύσαι AF | καιητα AY 21 αὐτὸ] AF αὐτὸν ΑF| εναντιον] ἔναντι AF XXVIII 1 υιους 2°] pr τόκ’ Α 3 ενεπλησας Α 4 χιτῶνα] Pr καὶ AF 5 ’τον υακινθον] τὴν ἃκ. AF 6 ιφαντου] υφαντον AF 7 συνεχουσαι εσονται] ἔσονται αυτω συνεχ. AF 8 ἐπωμίδων] ωμιδ sup ras Aa 9 ev] ἐπ’ Α 10 τὰ εξ ονομ.] om τὰ F | κάτα B1?a?AF] καὶ Β*vid 11 τοὐ δύο λιθους] + διαγλυψεις ἐπ’ τὰς ονομασιν τῶν ἵκων Ιηλ καὶ θήσεις τοὐ δύο λιθους Α et (om διαγλυψεις) F 12 μνηεναντι κݲυݲ Α 14 κροσωτα 2°] κροσσωτὰ F1vid | om τὰ 2° F)

160
[*](Β) ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.

Καὶ λήιον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ποιήσεις αὐτὸ ἐκ χρυσίου καὶ ὑακίνἠου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης.

ποιήσεις αὐτὸ τετράγωνον, ἱστοὶ διπλοῦν· σπιθαμῆς τὸ μῆκος αὐτοῦ καὶ σπιθαμῆς τὸ εὖρος.

καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον. στίχος λίθων ἔσται· σάρδιον, τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς·

καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ κοὶ σάπφειρος καὶ ἴασπις·

καὶ ὁ στίχος ὁ τρίτος λιγύριον, ἀχάτης, ἀμέθυστος·

καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ, ἔστωσαν κατὰ στίχον αὐτῶν.

καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δέκα δύο, κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς.

καὶ ποιήσεις ἐπὶ τὸ λήιον κροσοὺς συνπεπλεγμένους, ἔργον ἁλυσιδωτοῦ ἐκ χρυσίου καθαροῦ.

καὶ λήμψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογίου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον, μνημόσυνον ἔναντι τοῦ θεοῦ.