Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ ἁγίῳ τῶν ἁγίων.

καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος, καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον· καὶ τὴν τράπεζαν ἐπιθήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βορρᾶν.

καὶ ποιήσεις ἔπίσπαρτρον ἐξ ὑαίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου ἔργον ποικιλτοῦ.

καὶ ποιήσεις τῷ καταπετάσματι καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύσεις αὐταῖς πέντε βάσεις χαλκᾶς.

Καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος· τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ.

καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ.

καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ, καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.

καὶ ποιήσεις αὐτῷ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρες χαλκοῦς ὑπὸ τὰ τέσσερα κλίτη.

καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ’ρᾶν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ [*](30 ἀναστήσεις BF1vid (ανασεις F*)] αναστησης Α Ι δεδειγμένον (δεδιγμ. Α) BA] διατεταγμένον F 31 ὑφαντὸν B*AF] ὑφάντου Βa(vid)b Ι χερουβειν Α 32 στύλων] σ in mg τ sup ras Α1 33 τῶν στύλων] τοὺς στύλους Ba?bAF Ι ἐσώτερον] ἔσωθεν F | τὴν κιβωτὸν] om τὴν F* (hah F1mg) | διοριεῖ BabAF] διοριεῖς B* 34 καταπετάσματι] κατακαλυμματι F Ι ἐν τὼ αγιω] om ἐν F* (superscr F1mg) 35 ἐπιθήσεις] θήσεις BabAF 36 ἐπίσπαστρον] + τῆ θύρα τῆς σκήνης Babmg 37 αὐτοῖς Ba?AF ἀυταῖς B*) XXVII 1 τὸ μῆκος] om τὸ AF Ι τὸ εὖρος] om τὸ AF 3 om καὶ 6° AF | om αὐτοῦ 5° Α 4 τέσσαρας BabAF | ὕπο] ἔπι A ἔπει) F 5 τὴν ἐσχάραν] τῆ ἐσχάρα F Ι του ἡμίσους Bab του ἥμισυς Β*) F] ἥμισυς Α)

158
[*](B)θυσιαστηρίου.

καὶ ποιήσεις τῷ θυσιαστηρίῳ φορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ περιχαλκώσεις αὐτοὺς χαλκῷ.

καὶ εἰσάξεις τοὺς φορεῖς εἰς τοὺς δακτυλίους· καὶ ἔστωσαν οἱ φορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό.

κοιλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδειχθέν σοι ἐν τῷ ὄρει, οὕτως ποιήσεις αὐτό.