Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
πῆχυν ἐκ τούτου καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων, ἐκ τοῦ μήκους τῶν δέρρεων τῆς σκηνῆς· ἔσται σὺν καλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ.
κάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα, τὰ δέρματα ὑακίνθινα ἐπάνωθεν.
Καὶ ποιήσεις οτύλους τῇ σκηνῇ ἐκ ξύλων ἀσήπτων·
δέκα πήχεων ποιήσεις τὸν οτύλον τὸν ἕνα, καὶ πήχεος ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός·
δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνί, ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ· οὕτως ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς.
καὶ ποιή- σεῖς στύλους τῆ σκηνῇ, κ΄ στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βορρᾶν.
καὶ τεσσεράκοντα βάσεις ἀργυρδς ποιήσεις τοῖς εἴκοσι στύλοις, δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ.
καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον εἴκοσι στύλους·
καὶ τεσσεράκοντα βάσεις αὐτῶν ἀργυρᾶς, δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ.
καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασ- ’σαν ποιήσεις ἓξ στύλους.
καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων,
καὶ ἔσται ἐξ ἴσου κάτωθεν· κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἑκ τῶν κεφαλῶν εἰς σύμβλησιν μίαν· οὕτως ποιήσεις ἀμφοτέραις, ταῖς δυσὶν γωνίαις ἴστωσαν.
καὶ ἔσονται ὀκτὼ στῦλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δέκα ἕξ· δύο βάσεις τῷ ἑνὶ στύλῳ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῶ στύλῳ τῶ ἑνί.
καὶ ποήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς,
καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ἑνὶ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ, καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν·
καὶ ὁ μοχλὸς ὁ μέσος ἀνὰ τῶν στύλων διικνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον [*](AF 12 τοῖς δ. Α Ι τῆς σκήνης 1°] + τὸ υπολελιμμενον (υπολελειμμ. F) λυφεις τὸ πλεόναζον τῶν δέρρεων τῆς σκήνης AF Ι ὑποκαλύψεις] ἐπικαλύψεις AF 13 om ἐκ του μήκους τῶν δέρρεων AF 14 κάλυμμα] κατακαλυμμα BabAF 16 om ποιήσεις AF 18 στύλους 1°] pr τοὺς F | τῆ σκήνη] τῆς σκήνης F Ι κ΄] εἴκοσι AF | βορρᾶν] νότον Fa 19 τεσσαρακ. Ba (item 21) Ι TOu] + καὶ δύο βάσεις τὼ στύλῳ τὼ ἔνι εἰς ἀμφ’. τὰ μέρη αὐτοῦ 20 εἴκοσι στύλους τὸ πρὸς νότον Α Ι νότον] βορρᾶν Fa 21 αὖ. AF | τὰ μέρη αὐτοῦ] + καὶ δύο βάσεις τὼ στύλῳ τὼ ἔνι εἰς ἀμφ’. τα μέρη αὐτοῦ AF 24 ἔσται] ἔσονται AF Ι ἐξ] ἔ F | κάτα τὸ αὐτὸ] pr καὶ AF Ι κεφάλων] κεφαλίδων AF Ι σύμβλησιν] συμβολὴν Α | ἔστωσαν] pr ἴσαι AF 25 αἰ βασεις] om αἰ AF Ι ἔνι στύλῳ] στύλῳ τὼ ἔνι ΑF Ι εἰς αμφοτερα...τω 2°] καὶ δύο βάσεις τὼ στύλῳ τὼ ἔνι εἰς ἀμφ’. τὰ μέρη αὐτοῦ Α | om καὶ δύο τὼ ’στ’. τὼ ἔνι F 27 om ἔνι AF Ι τὼ κλίτει] om τὼ AF)
καὶ τοὺς οτὑλους καταχρυσώσεις χρυσίῳ, καὶ τοὺς δακτυ- [*](B) λίους ποιήσεις χρυσοῦς εἰς οὓς εἰσάξεις τούς μοχλούς, καὶ καταχρυσώ- σεῖς τοὺς μοχλοὺς χρυσίῳ.
καὶ ἀναστήσεις τήν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει.
Καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου νενησμένης· ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ χερουβείμ.
καὶ ἐπιθήσεις κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.