Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ δῶρα οὐ λήμψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια.

καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσ- ηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.

Ἔξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γενήματα αὐτῆς·

τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν, καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου· τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία. οὕτως ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου.

ἕξ ἡμέρας ποιήσεις τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμη ἀνάπαυσις· ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, καὶ ἵνα ἀναπαύσηται ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος.

πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς φυλάξασθε· καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.

Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.

τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου. οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.

καὶ ἑορτὴν θερισμοῦ πρωτογενημάτων ποιήσεις τῶν ἔργων σου ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ’ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου.

υτρῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου.

Ὄταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ [*](2 εκκλεισαι] ἐκκλίναι Α (εκλειναι) F 4 συναντήσῃς] συναντήσεις F Ι AF om αὐτοῦ F | πλανώμενοι Α* ς superscr μ’ 5 aynareis] συνεγερεῖς BabF ἐγερεῖς Α 7 om ῥήματος F Ι om ἕνεκεν δώρων F 9 θλίψετε] pr κακώσετε οὐδὲ μὴ Α 10 συνάξεις BAa] εἰσάξεις A*F 11 εβδομω] + ἔτει Α Ι ἀνέσεις Β* ἀνήσεις BahAF) | υπολιπομενα B* (φπολειπ. BabAF) Ι ἄγρια θηρία] θ. τὰ ἄγρια AF | ’τον ἐλαιῶνα (ελαιωμα F) BF] om ’τον Α 12 αναπαυσις] ανα- παυση AF Ι ἀναπαύσηται 2 °] αναψυξη ΒabAF | τῆς παιδ’. σου] om σου F* (hab F1) 13 εἴρηκα] λελάληκα AF Ι φυλάξεσθε Α 14 εορτασεται Α ἑορτάσετε F 15 φυλάξεσθε AF | om ποιεῖν AF 16 θερισμοῦ] pr του AF | ἐξόδου] ἐξόδω AF 17 om σου 1° Α 18 om ὅταν γὰρ... τὰ ὀρία σου F Ι ἔθνη] pr τὰ Α Ι θύσεις] θυμιάσεις Α* θήσεις Αa? θυσιασεις F)

150
[*](B) αἷμα θυμιάματός μου, οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωί.

τὰς ἀπαρχὰς τῶν πρωτογενημάτων σου εἰσοίσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.

Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄλλελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῆ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἢν ἡτοίμασά σοι.