Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Οὐ παραδέξῃ ἀκοὴν ματαίαν· οὐ συνκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος.

οὐκ ἔσῃ μετὰ πλειόνων ἐν κακίᾳ· οὐ προσθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ [*](AF 14 om ο ’δε A* (hab A 1? a?) | om μὴ B b(vid) | ἀποτίσει] pr οὐκ B* (om B ab (vid)) 15 μετ’ αυτου η AF 16 ἀυτὴν ἀυτῶ] ἑαυτὼ ἀυτὴν F 17 ἔαν ’δε sup ras pi litt A a? (bis scr ἄνα A* vid) | τὼ πατρὶ] ἀυτῶ Α om F 18 περιποιήσετε] περιβιώσετε AF 19 om αὐτοὺς AF 20 θέοις] + ἑτέροις Α | om θανάτω AF Ι ὀλεθρευθήσεται] εξολεθρ. AF 21 οὐδὲ] οὔτε AF | ] θλιψεται Α 23 καταβοήσωσιν AF | φωνῆς] βοῆς F 25 εκ- B* AF a] εκδανεισης B a δανισης F* | ἀδελφὼ BA a] λάω A* 26 ενε- νεχυρασματι F 27 ασχημο sup ras Β 1? | οὑν] οὐ F* (ουν F 1) 28 αρχοντα ΑF | ου κακως ερεις] ουκ ερεις κακως AF 30 μητερα] + αυτου A | ουδ. ημεπα] ημερα τη ογδ. AF | αποδωση] δωσεις Α αποδωσεις F 31 αποριφετε AF ΧΧΙΙΙ 1 συγκαταθήσῃ Β a?b A συνκαθηση F 2 εν] ἔπι B ab AF | προσθήσῃ] προστεθήσῃ B ab AF)

149
πλειόνων, ὥστε ἐκκλεῖσαι κρίσιν.

καὶ πένητα οὐκ ἐλεήσεις ἐν [*](B) κρίσει.

Ἐὰν δὲ συναντήσῃς τῷ βοὶ τοῦ ἐχθροῦ σου ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ.

ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὖ· τοῦ, οὐ παρελεύσῃ αὐτό, ἁλλὰ συναρεῖς αὐτὸ μετ’ αὐτοῦ.

Οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ.

ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ. ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς, καὶ οὐ δι- καιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων.

καὶ δῶρα οὐ λήμψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια.

καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσ- ηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.

Ἔξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γενήματα αὐτῆς·

τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν, καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου· τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία. οὕτως ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου.