Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀμεῖται, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφ’ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον.
κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλίας τῆς ἐνκαλουμένης, ὅ τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ θεοῦ ἀποτίσει διπ·λοῦν τῶ πλησίον.
Ἐὰν τις δῶ τῶ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ,
ὅρκος ἔσται τοῦ θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πε- πονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον. καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει.
ἐὰν δὲ κλαπῇ παρ’ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ.
ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.
Ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον [*](ΧΧΙΙ 1 om ’δε F | σφάξῃ] + αὐτὸ AF | ἀντὶ 1° sup ras A a? 2 εστιν] ἔσται AF F 3 ἀνταποθανεῖται] αποθανειτε Α ἀποθανεῖται F 4 om τε AF | om ἀυτὰ Α 5 καὶ 2°] η AF 6 ἐξελθὼν F | ἅλωνα AF | στάχυς] ταχὺς F* (pr σ F 1) 7 σκευη] σκεῦος F | τὸ διπλοῦν] om τὸ AF 8 om μὴ 2 Α | αυτον] αὐτὸς B 1? a?b AF 9 οὑν ἀν’] οὐ ἔαν Α οὑν ἔαν F | om τὼ πλῆσον B* (hab BabAF) 10 η πρόβατον η μόσχον AF | τελευτήσει (-ση F) η συντριβὴ AF 11 αὐτὸν] αυτο[.] F | καθόλου] ἐφ’ ὅλης Α | οὐκ ἀποτίσει] οὐ μὴ αποτιση Α οὐ μὴ ἀποτίσει F 12 τὼ κυρίω] τὼ πλήσιον Α 14 om η αιχμαλ. γένηται Α (hab Α 1? a?) F 147 K 2)
ἐὰν δὲ ὁ κύριος ᾖ μετ’ αὐτοῦ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ.
Ἐὰν δὲ ἀπ’ ἀπατήαῃ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθῇ μετ’ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα.
ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ’ ὅσον ἐστὶν ἢ φερνὴ τῶν παρθένων.
Φαρμακοὺς οὐ περιποιήσετε.
Πᾶν κοι- μώμενον μετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτούς.
Ὁ θυσιά- ’ζων θεοῖς θανάτῳ ὀλεθρευθήσεται, πλὴν κυρίῳ μόνῳ.
Καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ μὴ θλίψητε αὐτόν· ἦτε γὰρ λυτοι ἐν γῇ Αἰγύπτῳ.
πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε·
ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρὸς μέ, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν·
καὶ ὀργισθήσομαι θυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι καὶ τὰ παιδία ὑμῶν ὀρφανά.
Ἐὰν δὲ ἀργύριον ἐκδανίσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπι- θήσεις αὐτῷ τόκον.
ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ·
ἔστιν γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρὸς μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι.