Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐὰν τις δῶ τῶ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ,

ὅρκος ἔσται τοῦ θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πε- πονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον. καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει.

ἐὰν δὲ κλαπῇ παρ’ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ.

ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.

Ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον [*](ΧΧΙΙ 1 om ’δε F | σφάξῃ] + αὐτὸ AF | ἀντὶ 1° sup ras A a? 2 εστιν] ἔσται AF F 3 ἀνταποθανεῖται] αποθανειτε Α ἀποθανεῖται F 4 om τε AF | om ἀυτὰ Α 5 καὶ 2°] η AF 6 ἐξελθὼν F | ἅλωνα AF | στάχυς] ταχὺς F* (pr σ F 1) 7 σκευη] σκεῦος F | τὸ διπλοῦν] om τὸ AF 8 om μὴ 2 Α | αυτον] αὐτὸς B 1? a?b AF 9 οὑν ἀν’] οὐ ἔαν Α οὑν ἔαν F | om τὼ πλῆσον B* (hab BabAF) 10 η πρόβατον η μόσχον AF | τελευτήσει (-ση F) η συντριβὴ AF 11 αὐτὸν] αυτο[.] F | καθόλου] ἐφ’ ὅλης Α | οὐκ ἀποτίσει] οὐ μὴ αποτιση Α οὐ μὴ ἀποτίσει F 12 τὼ κυρίω] τὼ πλήσιον Α 14 om η αιχμαλ. γένηται Α (hab Α 1? a?) F 147 K 2)

148
[*](B) τᾶι, ὁ δὲ κύριος μὴ ᾖ μετ’ αὐτοῦ, ἀποτίσει·

ἐὰν δὲ ὁ κύριος ᾖ μετ’ αὐτοῦ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ.

Ἐὰν δὲ ἀπ’ ἀπατήαῃ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθῇ μετ’ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα.

ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ’ ὅσον ἐστὶν ἢ φερνὴ τῶν παρθένων.

Φαρμακοὺς οὐ περιποιήσετε.

Πᾶν κοι- μώμενον μετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτούς.

Ὁ θυσιά- ’ζων θεοῖς θανάτῳ ὀλεθρευθήσεται, πλὴν κυρίῳ μόνῳ.