Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον καὶ σφάξῃ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶτοῦ μόσχου καὶ τέσσερα πρόβατα ἀντὶ τοῦ προβάτου.

ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος·

ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται. ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος.

ἐὰν δὲ καταλημφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου, ζῶντα, διπλᾶ αὐτὰ ἀπο- τίσει.

Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.

Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμ- πρήσῃ ἅλωνας ἢ στάχυς ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύ- σὰς.

Ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει τὸ διπλοῦν·

ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀμεῖται, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφ’ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον.

κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλίας τῆς ἐνκαλουμένης, ὅ τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ θεοῦ ἀποτίσει διπ·λοῦν τῶ πλησίον.

Ἐὰν τις δῶ τῶ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ,

ὅρκος ἔσται τοῦ θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πε- πονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον. καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει.

ἐὰν δὲ κλαπῇ παρ’ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ.

ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.

Ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον [*](ΧΧΙΙ 1 om ’δε F | σφάξῃ] + αὐτὸ AF | ἀντὶ 1° sup ras A a? 2 εστιν] ἔσται AF F 3 ἀνταποθανεῖται] αποθανειτε Α ἀποθανεῖται F 4 om τε AF | om ἀυτὰ Α 5 καὶ 2°] η AF 6 ἐξελθὼν F | ἅλωνα AF | στάχυς] ταχὺς F* (pr σ F 1) 7 σκευη] σκεῦος F | τὸ διπλοῦν] om τὸ AF 8 om μὴ 2 Α | αυτον] αὐτὸς B 1? a?b AF 9 οὑν ἀν’] οὐ ἔαν Α οὑν ἔαν F | om τὼ πλῆσον B* (hab BabAF) 10 η πρόβατον η μόσχον AF | τελευτήσει (-ση F) η συντριβὴ AF 11 αὐτὸν] αυτο[.] F | καθόλου] ἐφ’ ὅλης Α | οὐκ ἀποτίσει] οὐ μὴ αποτιση Α οὐ μὴ ἀποτίσει F 12 τὼ κυρίω] τὼ πλήσιον Α 14 om η αιχμαλ. γένηται Α (hab Α 1? a?) F 147 K 2)

148
[*](B) τᾶι, ὁ δὲ κύριος μὴ ᾖ μετ’ αὐτοῦ, ἀποτίσει·

ἐὰν δὲ ὁ κύριος ᾖ μετ’ αὐτοῦ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ.

Ἐὰν δὲ ἀπ’ ἀπατήαῃ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθῇ μετ’ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα.