Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον οὑ ἦν ὁ θεός.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ κοὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ ‘Yμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦλελάληκα πρὸς ὑμᾶς·

οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς.

Θυσια- στήριον ἐκ γῆς ποιήσετέ μοι, καὶ θύσετε ἐπ’ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπω οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ· καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε.

ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐνχειρίδιόν σου ἐπιβέβληκας ἐπ’ αὐτοὺς καὶ μεμίανται.

οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτοῦ.

  1. Καὶ ταῦτα τὰ δικαιώματα ἃ παραθήσῃ ἐνώπιον αὐτῶν.
  2. XXI

Ἐὰν κτήσῃ παῖδα Ἐβραῖον, ἕξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν.

ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετ’ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ μετ’ αὐτοῦ.

ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκη αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ, [*](AF 17 οὐκ] adscr ι' B a mg | οὔτε 1°, 2°, 3°] οὐδὲ Α 18 τὸ καπνίζον] om τὸ F 19 μὴ 2°] μὴ ποτε AF 20 Μωυσης AF | om γὰρ F* (hab F 1 mg) | ἐν] ἐφ’ F 21 εἰστήκει B a F | ην] + ἔκει Α 22 πρὸς 2° sup ras B a? 23 ὕμιν αὐτοῖς] ἑαυτοῖς AF | ἑαυτοῖς] αὐτοῖς Α 24 θύσετε] θύσατε F | ἔ αὐτοῦ] ἐπ’ αὐτὸ Α | om ὑμῶν 1° AF | om καὶ 3° AF 25 σου] μου Α om F | ἐπ’ αὐτοὺς] ἐπ’ αὐτὸ AF 26 om ἐν Α* (superscr Α 1?) | om ἀν’ AF Ι ἄπο· καλυφεις F XXI 1 παραθήσεις AF 2 εβδ. ἔτει] ἔτει τὼ εβδ. AF | ἀπελεύσεται ἐλεύθερος] ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον AF 3 καὶ η γ. εξελευσεται AF 4 om ἀυτῶ 2° Α | η θῆ.] καὶ θυγ. Α | αὐτοῦ] ἀύτης AF)

145
αὐτὸς δὲ μόνος ἐξελεύσεται.

ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς Ἠγάπηκα [*](B) τὸν κύριόν μου καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἕλεν θέρος.

προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ θεοῦ, καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμὸν καἰ τρυπήσει ὁ κύριος αὐτοῦ τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα.

Ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν, οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι.

ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆςἣναὐτῷ καθωμολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστιν πωλεῖν αὐτήν, ὅτι ἠθέτησεν ἐν αὐτῇ.

ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτήν, κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ.

ἐὰν δὲ ἄλλην λάβῃ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει.

δέοντα δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου.

Ἐὰν δὲ πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·

ὁ δὲ οὐχ ἑκών, ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας.

ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀπο- κτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήμψῃ αὐτὸν θανατῶσαι.