Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν λέγων καταβὰς διαμάρτυραι τῷ λαῷ, μή ποτε ἐγγίσωσιν πρὸς τὸν θεὸν κατανοῆσαι, κα πέσωσιν ἐξ αὐτῶν πλῆθος·

καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες κυρίῳ τῷ θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ’ αὐτῶν Κύριος.

καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς [*](AF 10 πλυνάτωσαν] πλύνουσιν Α | ἱμάτια] + ἑαυτῶν F 11 ἡμέραν] ἠμ’ A 1? a? mg | τὸ Σεινα] τὸ Σίνα B b F Σίνα Α 12 ἑαυτοῖς] pr ὕμιν F | ἅψα. μένος] ἁπτόμενος F 13 βολίδι] βολίσιν F* φολίδι F 1 mg) | σαλπιγγες] σαλπι sup ras B 1? | τὸ ὄρος] του ὄρους F 14 ἐκ] ἄπο Α | λαὸν] + καὶ εἶπεν αὐτοῖς B ab mg 15 ἕτοιμοι· τρεῖς ἡμέρας μὴ F 16 γεννηθέντος Α | om καὶ 1° AF | εγινοντο] εγεν. F | ἐπ’ ὄρους] ἔπι του ὄρους F | Σίνα B a (vid) AF | φωνὴ] pr κα F | ο ἐν τῆ παρ’.] om ο Α 17 συνάντησιν] pr τὴν B ab A | om Σίνα AF pr τὸ B ab 18 τὸ Σίνα] om τὸ Α | ἐπ’ αὐτὸ ’τον θέον ἐν πυρὶ] ’τον θݲνݲ ἐν πυρὶ ἐπ’ αὐτὸ Α ’τον κݲνݲ ἐπ’ αὐτὸ ἐν πυρὶ F | καὶ ἀνέβαινεν] ἀνέβ’. ’δε AF 19 ἐγίνοντο] ἐγίνετο F | Μωυσης AF | ἐλάλησεν] ἐλάλει AF | ἀπεκρίνετο F 20 Κυριος 1°] pr ο B ab | τὸ Σίνα] om τὸ AF (οροσινα sic) Ι om Κυριος 2° F* (hab F 1 vid) 21 πεσωσιν] πέση AF 22 ἱερεῖς] + ’δε Α | om Κυριω Α | Κυριος] πλῆθος Α 23 πρὸς 2° F)

143
τὸ ὄρος τὸ Σεινά· σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων Ἀφόρισαι τὸ [*](B) ὄρος καὶ ἁγίασαι αὐτό.

εἶπεν δὲ αὐτῷ κύριος βάδιζε κατάβηθι, καὶ ἀνάβηθι, σὺ καὶ Ἀαρὼν μετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν θεόν, μή ποτε ἀπολέσῃ ἀπ’ αὐτῶν κύριος.

κατέβη δὲ Μωυσῆς πρὸς τὸν λαὸν καὶ εἶπεν αὐτοῖς. XX

XX

Ἐγώ εἰμι Κύριος ὁ θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας.

Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.

Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσίν με,

καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προσ- τάγματά μου.

Οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.

Μνήσθητι τὴν ἡμέραν τῶν σαβ ἁγιάζειν αὐτήν·

ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου,

τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου, καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί.

ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέ- παῦσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησεν κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν.

Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἴνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι.

Οὐ σεῖς.

Οὐ κλέψεις. (13)

Οὐ φονεύσεις.