Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν μυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Mcovo^fl ἀπὸ πρωίθεν ἕως δείλης.

καὶ ἰδὼν Ἰοθὸρ πάντα ὅσα ποιεῖ τῷ λαῷ λέγει Ti τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωί- πρωίθεν ἕως δείλης;

καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ ὅτι παραγίνεται πρὸς μὲ ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ θεοῦ·

ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον, καὶ συμβι- βάζω αὐτοὺς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ.

εἶπεν δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν