Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ Μωυσῆς πρὸς Ἀαρών Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ἰσραήλ Ηροσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν.

ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἶῶν Ἰσραήλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ ἑσπέραν ἔδεσθε κρέα, καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων· καὶ ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

ἐγένετο δὲ ἑσπέρα, κα ὀρτυγομήτρα ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς·

καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.

ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδε’ ἴσαν τί ἦν. εἶπεν δὲ Μωυσῆς αὐτοῖς οὗτος ὁ ἄρτος ὃν ἕδωκεν κύριος ὑμῖν Φαγεῖν.

τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γόμορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν· ἕκαστος σὺν τοῖς συσκη- νίοις ὑμῶν συλλέξατε.

ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ, καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον.

καὶ μετρήσαντες τῷ γόμορ, οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν.

εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί.

καὶ οὐκ εἰσήκουσαν Μωυσῆ, ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί· καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν· καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς [*](AF) [*](7 κυρίου] του θεοῦ Α | εἰσακούσαι] + κύριον AF 1 mg | ἔπι τὼ θݲωݲη sup ras Β a? Ι διαγογγύζετε] γογγύζετε Α 8 γογγ. ὑμῶν ἐστιν AF 9 ’τον γογγ. ὑμῶν F 12 τῶν ὑιῶν] om τῶν F 13 ἐγένετο ’δε] καὶ ἐγένετο AF | τὸ πρώι] + ’δε Α 14 ὤσει κόριον...παγὃς] ἀνασυρόμενον λεπτὸν ὤσει πάχνη (sup ras) Fa 15 om αὐτὸ AF Ι αὐτοῖς] πρὸς αὐτοὺς AF 16 σὺν τοῖς συσκηνίοις] ἐν τοῖς συσκήνοις Α τοῖς ἐν τοῖς συνσκηνιοις F 17 ἐποίησαν ’δε] καὶ ἐποίησαν AF | ἔλαττον] + οὐκ ἠλαττόνησεν Α 18—20 καὶ μετρῇ. σαντες...επ αὐτοῖς sup ras A a 18 μετρήσαντες] ἐμέτρησαν F | τὼ γομορ] τὸ γομορ A a Ι οὐκ ἔπλεον.] pr κα F Ι ἔλαττον] ὀλίγον A a | παρ’ ἑαυτὼ] παρ’ ἀυτῶ A a F 1mg (om παρ’ F*) Ι συνέλεξεν Aa 19 καταλειπέτω AaF | εἰς ἀπ’ αὐτοῦ AaF 20 κατέλειπον AaF Ι ἐξέζεσεν] ἔζεσεν Aa)

137
Μωυσῆς.

καὶ συνέλεξαν αὐτὸ πρωί· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, [*](B) ἐτήκετο.

ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτη συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γόμορ τῷ ἐνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωσεῖ.

εἶπεν δὲ κύριος πρὸς αὐτούς Oὐ τοῦτό ἐστιν τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος; σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε ἕψετε · καὶ πᾶν το πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί.

καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καθὼς συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτοῖς.

εἶπε Μωυσῆς Φάγετε σήμερον· ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ, οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ.

ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδομῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.

ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι, καὶ οὐχ εὗρον.

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;