Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Τότε ᾖσεν Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραὴλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ, καὶ εἶπαν λέγοντες [*](* xv E. R.)
- βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·
- οὗτός μου θεός, καὶ δοξάσω αὐτόν,
- θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
- Κύριος συντρίβων πολέμους,
- κύριος ἄνομα αὐτῶ.
- ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν,
- ἐπιλέκτους ἀναβάτας τριστάτας·
- κατεπόθησαν ἐν ἐρυθρᾷ θαλάσσῃ.
- πόντῳ ἐκάλυψεν αὐτούς·
- δῦσαν εἰς βυθὸν ὡσεὶ λίθος.
- ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι.
- ἡ δεξιά σου χείρ, κύριε, ἔθραυσεν ἐχθρούς.
- καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας
- ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.
- καὶ διὰ τοῦ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ.
- ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα,
- ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. [*](28 om κα 4° AF Ι οὐδὲ ets] οὐδὲ εἰς ’δε εἰς F Ο τῶν Αἶγ’.] om τῶν AF AF | ἔιδεν F 31 ἴδεν ἔιδεν F) δεΕF] καὶ ἴδεν Α Ι εφοβ. ’δε] καὶ εφοβ. AF XV 1 Mωνσης| καὶ οἱ υἱοὶ Ιηλ in mg et sup ras A a (om A* vid) Ι θέω] κυρίω AF | λέγοντες] τὼ λέγειν Α (Aκ. λέγειν F 1mg) 2 μου Θεος] θεὸς μου AF 4 4 κατεποΦησαν] κατεπόντισεν AF 5 πόντος F a? 8 του πνεῦμ’.] om του F | τῆς θαλ.] litt ς θ rescr vid Aa)
134
[*](Β)- εἶπεν ὁ ἐχθρός Διώξας καταλήμψομαι·
- μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου,
- ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου.
- ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα·
- ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ.
- τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε ; τίς ὅμοιός σοι ;
- δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.