Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ.

καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων·

καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι, καὶ εἰσῆλθον ὀπίσω αὐτῶν καὶ πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάσσης.

ἐγενήΘη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης, καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν Αἰγυπτίων,

καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι Φύγωμεν ἀπὸ προσώπου Ἰσπάήλ. ὁ γὰρ κύριος πολεμοῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, κα ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας.

ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀπεκατἰο,η τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ [*](AF) [*](16 τη ῥάβδω] τὴν ῥάβδον AF Τ στρατεία AF | om καὶ ἐν τοῖς αρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ F 20 τῶν Αιγυπτιων pr τῆς παρεμβολῆς AF Ι ἄνα 2° rescr A 3 | om καὶ ἔστη F Ι γνόφος καὶ σκότος F 21 εσχσθη] διεσχίσθη AF 23 καὶ κατεδίωξαν] κατεδ. ’δε AF | εἰσῆλθεν Α Ι καὶ πας] πάσα η AF | εἰς μέσον] pr καὶ εἰσῆλθον Α 24 ἐγενήθη] ἐγένετο F | επι] εἰς AF 25 ἤγαγεν] ηγεν Α | πέρι ἀυτῶν τοὺς Αἶγ’.] τοὺς Αἶγ’. πέρι ἀυτῶν Α amg (om πέρι ἀυτῶν Λῆ ὕπερ ἀυτῶν τοὺς Αἶγ’. F 26 αποκαταστητωJ αποκατασταθητω F | τοὺς ἀναβάτας] pr ἔπι AF)

133
Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξεν κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης.

καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπε- πορευμένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.

ἠοῖ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος εὐωνύμων.

καὶ ἐρρύσατο κύριος τὸν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ χειρὸς τῶν Αἰγυπτίων· καὶ ἴδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους παρὰ τὸ χεῖλος τῆς θαλάσσης.

ἴδεν δὲ Ἰσραὴλ τὴν μεγάλην, ἃ ἐποίησεν κύριος τοῖς Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον, καὶ ἐπίστευσαν τῷ θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ.

Τότε ᾖσεν Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραὴλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ, καὶ εἶπαν λέγοντες [*](* xv E. R.)

  • * ᾌσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται·
  • ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
    1. βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·
    2. οὗτός μου θεός, καὶ δοξάσω αὐτόν,
    3. θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
    1. Κύριος συντρίβων πολέμους,
    2. κύριος ἄνομα αὐτῶ.
    1. ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν,
    2. ἐπιλέκτους ἀναβάτας τριστάτας·
    3. κατεπόθησαν ἐν ἐρυθρᾷ θαλάσσῃ.
    1. πόντῳ ἐκάλυψεν αὐτούς·
    2. δῦσαν εἰς βυθὸν ὡσεὶ λίθος.
    1. ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι.
    2. ἡ δεξιά σου χείρ, κύριε, ἔθραυσεν ἐχθρούς.
    1. καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας
    2. ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.
    1. καὶ διὰ τοῦ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ.
    2. ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα,
    3. ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
    4. [*](28 om κα 4° AF Ι οὐδὲ ets] οὐδὲ εἰς ’δε εἰς F Ο τῶν Αἶγ’.] om τῶν AF AF | ἔιδεν F 31 ἴδεν ἔιδεν F) δεΕF] καὶ ἴδεν Α Ι εφοβ. ’δε] καὶ εφοβ. AF XV 1 Mωνσης| καὶ οἱ υἱοὶ Ιηλ in mg et sup ras A a (om A* vid) Ι θέω] κυρίω AF | λέγοντες] τὼ λέγειν Α (Aκ. λέγειν F 1mg) 2 μου Θεος] θεὸς μου AF 4 4 κατεποΦησαν] κατεπόντισεν AF 5 πόντος F a? 8 του πνεῦμ’.] om του F | τῆς θαλ.] litt ς θ rescr vid Aa)
      134
      [*](Β)
    1. εἶπεν ὁ ἐχθρός Διώξας καταλήμψομαι·
    2. μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου,
    3. ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου.