Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χερὶ κραταιᾷ ἐξήγαγεν κύριος ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας·

ἡνίκα δὲ ἐσκλήρυνεν Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕς πρωτοτόκων κτηνῶν διὰ τοῦτο ἐγὼ θύω πᾶν πρωτότοκον τῷ κυρίῳ, πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι.

καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν σε κύριος ἐξ Αἰγύπτου.

Ὣς δὲ ἐξαπέστειλεν Φαραὼ τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιείμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μή ποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον.

καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον, εἰς τὴν ἐρυθρὰν θάλασσαν· πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

Καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ ἸωσὴΦ μεθ’ ἑαυτοῦ. ὅρκῳ γὰρ ὥρκισεν τοὺς υἱοὺς Ἰσραὴλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν.

Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ ἐστρατο- πέδευσαν ἐν Ὀθὸμ παρὰ τὴν ἰρημον.

ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός·

οὐκ ἐξέλιπεν δὲ ὁ οτύλος τῆς νεφέλης ἡμέρας καὶ ὁ ατύλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τὴς ἐπαύλεως, ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης, ἐξ ἐναντίας Βεελσεπφών· ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης.

καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ Ol υἱοὶ Ἰσραὴλ πλανῶνται οὗτοι ἐν τῇ γῇ. συνκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρημος.

ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι [*](AF) [*](14 ἧμας κύριος AF Ο προιrοτοκων (bis)] πρωτοτόκου AF j OITl πὰν πρωτότοκον ° AF ε σε] με F Τ Φραραω F- Ι γῆς Φῦλ’.] τῆς Φῦλ’· F | ἰδόντι] ἰδόντες F* (ιδοντι F 1 vid) Ι ἀποστρέψει Α 18 ν λαὸν ὀδὸν τὴν rescr A 1 Ι om τὴν Ι° F Ι om ἐκ γῆς Αἰγύπτου B* (hab B ab F) ἐξ Αἰγύπτου Α 19 ὥρκισεν] + ωσηφ B ab AF | κύριος ὑμὰς AF Ι τὰ ὀστᾶ μου AF 22 εξελειπεν AF | om ’δε AF j παντὸς του λαοῦ AF XIV 2 Βεελσεφων AF 3 καὶ ἅ Φαραὼ A a mg | om τὼ λάω αὐτοῦ A* (hab sup ras A 3) F Ι οἱ υιοι πέρι τῶν ὑιῶν AF Ι om γὰρ AF)

131
ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ [*](B) Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος. καὶ ἐποίησαν οὕτως.

καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραὼ καὶ ἡ καρδία τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν Τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστἑλͅαι τοὺς υἱοὺς Ἰσραὴλ τοῦ μὴ δουλεύειν ἡμῖν ;

ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὐτοῦ, καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγεν μεθ' ἑαυτοῦ,

καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων.

καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ἰσραήλ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ.

καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν, καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν· καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα ὢ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως, ἐξ ἐναντίας εελσεπφών. καὶ Φαραὼ προσῆγεν·

καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν, καὶ οἱ Αἰγύπτιοι ἐστρατο- πέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσπαὴλ πρὸς κύριον·

καὶ εἶπαν πρὸς Μωυσῆν Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ Αἰγύπτου ;