Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου ὅσα ἐὰν γένηται σοι, τὰ ἀρσενικὰ ἁγιάσεις τῷ κυρίῳ.

πᾶν διανοῖγον μήτραν ὄνου [*](48 ὡσπερ καὶ] om καὶ AF 49 προσελθόντι προσηλύτῳ] προσηλ. τὼ πρόσ’. AF κειμένω Α προσηλ. τὼ προσελθόντι F | ἐν ὕμιν] om ἐν F δΟ om πρὸς αὐτοὺς AF XIII 2 διανοῖγον] pr κα Α 3 εκγης Αἶγ’.] ἐξ Αἶγ’. AF | ὑμὰς κύριος] κύριος ὑμὰς F δ Ευαιων...Ιεβουσαιων] καὶ Αμορραιων καὶ Ευαίων καὶ Ιεβ. καὶ εργ. καὶ ep. AF | om δοῦναι σοι ν (hab BabAF) Τ ἔπτα ἡμέρας] pr τὰς AF | πάσι Bb F 9 σημεῖον μεῖον sup ras Aa?)] pr εἰς F Ι ἔπι τῆς Aam^ Ι om ο θεὸς AF Ο φυλάξασθε Α | ’τον νόμον τοῦτον] + κάτα καίρους ὤρων AF 11 δωσεd δῶ Α δώσω F 12 ἀφέλεις] ἀφοριεῖς AF | τὰ ἀρσενικὰ Ι°]+ αγιασεις Α α mg Ι ἐκ τῶν βουκ. η] ἐκ βουκ. καὶ Α | ἔαν] ἀν’ AF Ι om ἁγιάσεις F 12 — 13 ἁγιάσεις τὼ κ—ω πὰν διανοιγοݲ sup ras Α 1?a?)

130
[*](B) ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό· πᾶν πρωτώ τόκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ.

ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χερὶ κραταιᾷ ἐξήγαγεν κύριος ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλίας·

ἡνίκα δὲ ἐσκλήρυνεν Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕς πρωτοτόκων κτηνῶν διὰ τοῦτο ἐγὼ θύω πᾶν πρωτότοκον τῷ κυρίῳ, πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι.

καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν σε κύριος ἐξ Αἰγύπτου.

Ὣς δὲ ἐξαπέστειλεν Φαραὼ τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιείμ, ὅτι ἐγγὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μή ποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον.

καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον, εἰς τὴν ἐρυθρὰν θάλασσαν· πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

Καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ ἸωσὴΦ μεθ’ ἑαυτοῦ. ὅρκῳ γὰρ ὥρκισεν τοὺς υἱοὺς Ἰσραὴλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν.

Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ ἐστρατο- πέδευσαν ἐν Ὀθὸμ παρὰ τὴν ἰρημον.

ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός·

οὐκ ἐξέλιπεν δὲ ὁ οτύλος τῆς νεφέλης ἡμέρας καὶ ὁ ατύλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός.