Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων

῾Ο μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ.

λήλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ’ οἰκίαν.

ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῆ οἰκίᾳ ὥσ·τε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήμψεται μεθ’ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ· κατὰ ἀριθμὸν ψυχῶν ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον.

πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήμψεσθε.

καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.

καὶ λήμψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο στακαι [*](5 om 2° Α | πρωτοτόκου 2°] pr του Α 7 καὶ ἐν] οὐδὲ ἄπο ἀνθρώπου ἕως κτήνους Β* (hab Β ab mg) om οὐδὲ Α Α | om τῶν Α | του Ισραηλ] pr ἄνα μέσον Α 8 om πᾶς Β* (hab B ab A) 9 om πληθύνων Α | τὰ σημεία μου Α | τὰ τέρατα] + μου 10 Μωυσῆς Α | om πάντα Α | om τὰ σῆμ’. καὶ A*vid (hab A? mg) | τὰ pr πάντα Α | ἐν γῆ Αἶγ’. ἐνάντιον Φαραω sup ras A a ? | εἰσήκουσεν] ἠθέλησεν Α | ἐκ γῆς Αἶγ’.] ἐκ τῆς γῆς αὐτοῦ Α XII 1 Αἰγύπτω Α 3 ἕκαστος 2 sup ras 8 vel 9 litt A a ? 4 ἱκανοὺς εἶναι Α 5 ἀρνῶν] ἀμνῶν Α 6 τεσσαρισκαιδεκατης B a? b | ὑιῶν] pr τῶν Α)

126
[*](B) θμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς ἐᾶ ἐν αὐτοῖς.

καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρί, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται.

οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι ἀλλ’ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσθίοις.

οὐκ ἀπολείψεται ἀπ’ αὐτοῦ ἕως πρωί, καὶ ὀστοῦν οὐ συντρίψεται ἀπ’ αὐτοῦ· τὰ δὲ καταλιπόμενα ἀπ’ αὐτοῦ ἕως ἐν πυρὶ κατακαύσετε.