Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν, ἀφ’ ἧς ἡμέρας γεγόνασιν ἐπὶ [*](Α) [*](28 om καὶ πυρ’ Α* (hab A a) | προσθήσεσθε Α 29 τὰς χ. μ ’τον θν εἰς ’τον ουݲνݲον Α 30 θέον] κݲνݲ Α 31 τὸ ’δε λίνον 2°] 32 ἐπλήγησαν] ἐπλήγη Α 33 ἐξέτεινεν] ἐξεπέτασεν Α | τὰς χ.] + αὐτοῦ ΑΙ ἔσταξαν Α | οὐκέτι] ἔτι Α 34 τὴν καρδίαν] + αὐτοῦ Α 35 τὼ Μωυση] om τὼ Α Χ 1 εσκληρυνα] ἐβάρυνα Α | τὴν καρδίαν αὐτοῦ Α | τὰ + μου Α 2 ἐμπέπαιχα Β ab (εμπεπεχα B*)] ενπεπεχα Α | α] ὅσα Α ἐγὼ] + ειμι Α 4 om σὺ Α 5 om τῆς γῆς 2° Α | κατέλειπεν Α | pr τὸ Α 6 τῶν Αιγυπτιων] Αἰγύπτου Α | α] ο Α | οὐδὲ] οὐδ’ Α)

123
τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ [*](B) Φαραώ.

καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν σωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;

καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ἀαρὼν πρὸς Φαραώ, καὶ εἶπεν αὐτοῖς πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;

καὶ λέγει Μωυσῆς Σὺν τοῖς νἔανἴσ’κοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστιν γὰρ ἑορτὴ κυρίου.

καὶ εἶπεν πρὸς αὐτούς Ἔστω οὕτως, Κύριος μεθ’ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε, ὅτι πονηρία πρόσκειται ὑμῖν.

μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρευσάτωσαν τῷ θεῷ· τοῦτο γὰρ αὐτοὶ ἐζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραώ.

Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν, καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃν ὑπελίπετο ἡ χάλαζα.

καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωὶ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα

καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἅκ ῥὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.

καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείΦ οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνη πεδίου ἐν γῇ

κατέσπευδεν δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ Ἀαρὼν λέγων Ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·

προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν, καὶ προσεύξασθε πρὸς Τύριον τὸν θεὸν ὐμῶν, καὶ περιελέτω ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον.

ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν.

καὶ [*](6 om Μωυσης Α 7 καὶ λέγουσιν] λέγ’. ’δε Α | τοῦτο ἥμιν] ὕμιν τοῦτο a?me) Α | τὼ θέω] pr νὼ Α 8 ἐπέστρεψαν Α | αυτοις] + Φαραὼ Α | om κα 4° Α 9 καὶ λεγει] λ. ’δε Α | νεανίσκοις] + τοι πρεσβύταις Α | κυρίου] + του θεοῦ ἤμων B ab (in f I) A 10 + Φαραω sup ras A a | προκειτε Α 11 om ’δε 1 λατρεύσατε B ab A | θέω] κݲωݲ Α | ἐζητεῖτε] ζητειτε Α 12 τὴν χεῖρα] + Α | ὂν ὑπελίπετο] α ὑπελείπετο Α 13 επηγαγεν] pr κݲςݲ B ab A | Α 14 μέτα ταύτα] μετ’ ἀυτὴν Α 15 οὐχ ὑπελείφθη B ab] οὐκ υπελιΦθη B* οὐ κατελείφθη Α | πεδίου] pr του Α | γῆ] pr πάση B ab A 16 θεοῦ] om του B* (hab B ab) 18 ’τον θέον] κݲνݲ A)

124
[*](B) κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν· καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.

καὶ ἐσκλήρυνεν Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ἰσραήλ.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος.

ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας.

καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο.

καὶ ἐκάλεσεν Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν λέγων βαδίζετε λατρεύσατε Κυρίῳ τῷ θεῷ ὑμῶν· πλὴν τῶν π τῶν καὶ τῶν βοῶν ὑπολίπεσθε, καὶ ἡ ἀποσκευὴ ὑμῶ μεθ’ ὑμῶν.

καὶ εἶπεν Μωυσῆς Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν Κυρίῳ τῷ θεῷ ἡμῶν,