Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος.

ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας.

καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο.

καὶ ἐκάλεσεν Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν λέγων βαδίζετε λατρεύσατε Κυρίῳ τῷ θεῷ ὑμῶν· πλὴν τῶν π τῶν καὶ τῶν βοῶν ὑπολίπεσθε, καὶ ἡ ἀποσκευὴ ὑμῶ μεθ’ ὑμῶν.

καὶ εἶπεν Μωυσῆς Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν Κυρίῳ τῷ θεῷ ἡμῶν,

καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολειΦθησόμεθα ὁπλήν. ἀπ’ αὐτῶν γὰρ λημψόμεθα λατρεὗσαι κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ.

ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς.

καὶ λέγει Φαραώ Ἄπελθε ἀπ’ ἐμοῦ, πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ἧ δ’ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ.

λέγει δὲ Μωσῆς Εἴρηκας· οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔτι μίαν πληγὴν ἑπάξω ἐπὶ Φαραὼ καὶ ἐπ’ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῆ.

λάλησον οὖν κρυφῇ εἰς τὰ ὤτα τοῦ λαοῦ, καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν.

Κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς. καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυκαὶ ἐναντίον Φαραὼ καὶ ἐναντίον πόντων τῶν θεραπόντων αὐαπο [*](Α) [*](19 θαλ. ἄνεμον Α | εβαλεν] ἐνέβαλεν Α | τὴν θαλ. τὴν ἐρυθρὰν Α 22 τὴν χ.] + αὐτοῦ Α 23 om τρεῖς ἡμέρας 1° Α | ἀνέστη Α | ἢν Α | κατεγεινοντο Β* Α κατεγιν. B b) 24 ὑπολείπεσθε Α 25 ποιήσωμεν Α 26 οὐχ υπολειφθ. B ab οὐκ υπολιΦθ. B*)] οὐχ υπολειφομεθα Α 27 ἠβουλήθη B a 28 λεγει] + ἀυτῶ Α 29 Μωυσης Α Χ Ι 1 εξαν] αποστελλη Α | εκβολη εκβαλει ὑμὰς Α 2 του πλήσιον] + καὶ η πάρα τῆς πλήσιον A 3 om πάντων Α)

125
τοῦ.

Καὶ εἶπεν Μωυσῆς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ [*](B) εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου,

καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραὼ ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους·

καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέρνεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται. σεται.

καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ οὐ γρύξει κύων αὐτοῦ, οὐδὲ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ὅπως ἴδῃς ὅσα παραδοξάζει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ἰσραήλ.

καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρὸς μὲ καὶ προσκυνήσουσίν με λέγοντες σὺ καὶ πᾶς ὁ λαός σου οὗ σὺ ἀφηγῆ· καὶ μετὰ ταύτα ἐξελεύσομαι. ἐξῆλθεν οε Μωυσης ἄπο Φαραὼ μετὰ θυμοῦ.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐ εἰσακούσεται ὑμῶν Φαραώ, ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.

Μωσῆς δὲ καὶ Ἀαρὼν ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῆ Αἰγύπτῳ ἐναντίον Φαραώ· ἐσκλήρυνεν δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων