Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

κατέσπευδεν δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ Ἀαρὼν λέγων Ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·

προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν, καὶ προσεύξασθε πρὸς Τύριον τὸν θεὸν ὐμῶν, καὶ περιελέτω ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον.

ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν θεόν.

καὶ [*](6 om Μωυσης Α 7 καὶ λέγουσιν] λέγ’. ’δε Α | τοῦτο ἥμιν] ὕμιν τοῦτο a?me) Α | τὼ θέω] pr νὼ Α 8 ἐπέστρεψαν Α | αυτοις] + Φαραὼ Α | om κα 4° Α 9 καὶ λεγει] λ. ’δε Α | νεανίσκοις] + τοι πρεσβύταις Α | κυρίου] + του θεοῦ ἤμων B ab (in f I) A 10 + Φαραω sup ras A a | προκειτε Α 11 om ’δε 1 λατρεύσατε B ab A | θέω] κݲωݲ Α | ἐζητεῖτε] ζητειτε Α 12 τὴν χεῖρα] + Α | ὂν ὑπελίπετο] α ὑπελείπετο Α 13 επηγαγεν] pr κݲςݲ B ab A | Α 14 μέτα ταύτα] μετ’ ἀυτὴν Α 15 οὐχ ὑπελείφθη B ab] οὐκ υπελιΦθη B* οὐ κατελείφθη Α | πεδίου] pr του Α | γῆ] pr πάση B ab A 16 θεοῦ] om του B* (hab B ab) 18 ’τον θέον] κݲνݲ A)

124
[*](B) κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν· καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.

καὶ ἐσκλήρυνεν Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ἰσραήλ.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος.

ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας.

καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο.

καὶ ἐκάλεσεν Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν λέγων βαδίζετε λατρεύσατε Κυρίῳ τῷ θεῷ ὑμῶν· πλὴν τῶν π τῶν καὶ τῶν βοῶν ὑπολίπεσθε, καὶ ἡ ἀποσκευὴ ὑμῶ μεθ’ ὑμῶν.

καὶ εἶπεν Μωυσῆς Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν Κυρίῳ τῷ θεῷ ἡμῶν,

καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολειΦθησόμεθα ὁπλήν. ἀπ’ αὐτῶν γὰρ λημψόμεθα λατρεὗσαι κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ.

ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς.

καὶ λέγει Φαραώ Ἄπελθε ἀπ’ ἐμοῦ, πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ἧ δ’ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ.

λέγει δὲ Μωσῆς Εἴρηκας· οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔτι μίαν πληγὴν ἑπάξω ἐπὶ Φαραὼ καὶ ἐπ’ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῆ.