Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πᾶν ἑρπετὸν ὅ ἐστιν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ἔδωκα ὐμῖν τὰ πάντα.

πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε·

καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω· ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρὸς ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.

ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἴματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον.