Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πᾶν ἑρπετὸν ὅ ἐστιν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ἔδωκα ὐμῖν τὰ πάντα.

πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε·

καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω· ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρὸς ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.

ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἴματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον.

ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε γῆν καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

Καὶ εἶπεν ὁ θεὸς τῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ λέγων

Ἐγὼ ἰδοὺ ἀνίστημι τὴν ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μέσ’ ὑμᾶς,

καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ὅσα μεθ’ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.

καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.