Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.

καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὄ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστιν μεθ’ ὑμῶν εἰς γενεὰς αἰωνίους·

τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλη, καὶ ἔσται εἰς ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῷ συνς ἐπὶ τὴν γῆν ὀφθήσεται τὸ τόξον μου ἐν τῆ νεφέλῃ,