Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς· ἐνεδίδου τὸ ὕδωρ καὶ ἠλαττονοῦτο μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας.

καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ Áραρἀτ.

τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός· ἐν δὲ τῷ ἑνδεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων.

Καὶ ἐγένετο μετὰ τεσσεπἀκοωτα ἡμέρας ἠνέῳξεν Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ ἢν ἐποίησεν,

καὶ ἀπέστειλεν τὸν κόρακα τοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ· καὶ ἐξελθὼν οὐχ ὑπέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς.

καὶ ἀπέστειλεν τὴν περιστερὰν ὀπίσω αὐτοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς.

καὶ οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς ἀνέστρεψεν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ παντὶ προσώπῳ πάσης τῆς γῆς· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἔλαβεν αὐτὴν καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν.

καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ.

καὶ ἀνέστρεψεν πρὸς αὐτὸν ἡ πεπιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχεν φύλλον ἐλαίας κάρΦος ἐν τῷ στόματι αὐτῆς· καὶ ἔγνω Νῶε ὅτι κεκόπακεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς. [*](DE) [*](20 δέκα πεντε ] πέντε καὶ δέκα Ε | om τὰ ὑψηλὰ Ε εξειληφθη E | ἀνάστημα E 24 ἠμ’. ἕκατον πεντηκ.] πεντηκ. καὶ ἠμ’. DE VIII 1 om καὶ π. τῶν ἕρπ’. DE 2 επεκαλ. D sil E 3 τὸ ὕδωρ καὶ ηλαττ. καὶ υσωπ τὸ ὕδωρ D vid (..διδιου καὶ ηλα..) Ε ἑβδόμη E 6 ανεωξεν DE 7 του ἰδεῖν εἰ D a om του E | ὕδωρ 1°] rescr D a | ἕως οὐ D 8 ἐξαπέστειλεν Ε | τῆς γῆς] pr προσώπου DE αβεστοεψεν ] ὑπέστρεψεν DE | om ἀυτὴν 2° Ε | ἑαυτὸν] αὐτὸν om η περιστερὰ Ε | τὸ πρὸς εσπ.] om τὸ D | τῆς γῆς] pr προσώπου D)

13

καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστεράν, [*](A) ’ρᾶν, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.

Καὶ ἐγένετο ἐν τῶ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῆ ζωῇ τοῦ Νῶε, τοῦ μηνὸς τοῦ πρώτου, μιᾷ τοῦ μηνός, ἐξέλειπεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς· καὶ ἀπεκάλυψεν Νώε τὴν στέγην τῆς κιβωτοῦ, καὶ ἴδεν ὅτι ἐξέλειπεν τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς.

ἐν δὲ τῷ μηνὶ τῷ δευτέρῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ ἐξηράνθη ἡ γῆ.

Καὶ εἶπεν κύριος ὁ θεὸς τῷ Νῶε λέγων

Ἔξελθε ἐκ τῆς κιβωτοῦ, σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου σοῦ,

καὶ πάντα τὰ θηρία ὅσα ἐστὶν μετὰ σοῦ, καὶ πᾶσα σὰρξ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς μετὰ σοῦ· καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

καὶ ἐξῆλθεν Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ κα αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ·

καὶ πάντα τὰ θηρία καὶ πάντα τὰ κτήνη καὶ πετεινὸν καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν ἐξήλθοσαν ἐκ τῆς κιβωτοῦ. ¶

Καὶ ᾠκοδόμησεν Νῶε θυσιαστήριον [*](¶ D) τῷ θεῷ, καὶ ἔλαβεν ἀπὸ πόντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον.

καὶ ὠσΦρἀνθη κύριος ὁ θεὸς ὀσμἠν εὐωδίας, καὶ Κύριος ὁ θεὸς διανοηθείς Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· § οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν [*](§ D) σάρκα ζῶσαν καθὼς ἐποίησα.

πάσας τὰς ἡμέρας τῆς γῆς σπέρμα θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ κατα- IX