Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὠσΦρἀνθη κύριος ὁ θεὸς ὀσμἠν εὐωδίας, καὶ Κύριος ὁ θεὸς διανοηθείς Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· § οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν [*](§ D) σάρκα ζῶσαν καθὼς ἐποίησα.

πάσας τὰς ἡμέρας τῆς γῆς σπέρμα θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ κατα- IX

IXκαὶ εἶπεν αὐτοῖς Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.

καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ [*](12 ἔπτα ἠμ’. ἕτερ’. E 13 om ἔνι καὶ E | του μ. του πρ.] του πρ. μ. DE E | om μία του μηνὸς DE 1 τῆς κιβωτοῦ] + ἢν ἐποίησεν D sil E | καὶ ἴδεν ὅτι εξε sup ras A 1 (seq spat 12 litt) | ἐξέλειπεν τὸ ὕδωρ] κεκόπακεν τὸ υ. D τὸ υ. ἐξέλειπεν Ε 16 μέτα σε E 17 καὶ π. τὰ θηρια ] pr καὶ πάντα τὰ κτήνη E | σου 2°] σεαυτοῦ D sil 18 om καὶ οἱ υἱοὶ αὐτοῦ A * (hab D sil E | om μετ’ αὐτοῦ A * (hab A a mg D sil E ) 19 πετ. καὶ πὰν ἕρπ’. κιν.] ἕρπ’. καὶ πὰν πετ. καὶ πὰν κιν. D) DE | ἐξῆλθον DE ἤνεγκεν Ε | ἔπι] εἰς E 21 om ο θεὸς 1° E | του καταρ.] om του E | ζῶσαν Ε IX 2 τρόμος ὕμ’. καὶ ο φόβος AD] φόβος καὶ ο τρόμος ὑμῶν Ε | θὴρ. τῆς γης] + καὶ ἔπι πάσι τοῖς κτήνεσι κτήνεσιν E) τῆς γῆς DE | καὶ 3° D sil | om τὰ 2 0 D | παντας ] πὰν sup ras A 1 ἔπι πάντας D sd E)

14
[*](A) Χεῖρας ὑμῖν δέδωκα.

καὶ πᾶν ἑρπετὸν ὅ ἐστιν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ἔδωκα ὐμῖν τὰ πάντα.

πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε·

καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω· ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρὸς ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.

ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἴματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον.

ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε γῆν καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

Καὶ εἶπεν ὁ θεὸς τῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ λέγων

Ἐγὼ ἰδοὺ ἀνίστημι τὴν ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μέσ’ ὑμᾶς,

καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ὅσα μεθ’ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.

καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.

καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὄ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστιν μεθ’ ὑμῶν εἰς γενεὰς αἰωνίους·

τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλη, καὶ ἔσται εἰς ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῷ συνς ἐπὶ τὴν γῆν ὀφθήσεται τὸ τόξον μου ἐν τῆ νεφέλῃ,

καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί· καὶ οὐκ ἔσται ἔηι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.

καὶ ἱστᾶι τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκὶ ἥ ἐστιν ἐπὶ τῆς γῆς.

καὶ εἶπεν ὁ θεὸς τῷ Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκὸς ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Ἦσαν δὲ οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ Σῆμ’, Χάμ, ἸάΦεθ. Χάμ ἦν πατὴρ Χανάαν.