Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶνβρωμάτων ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται καὶ ἐκείνοις φαγεῖν.

καὶ ἐποίησεν Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριοςὁ θεός, οὕτως ἐποίησεν.

[*](§ D)

§ Καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε εἴσελθε σὺ καὶ πᾶς ὁ οἰκός σου εἲς τὴν κιβωτόν, ὅτι σὲ ἴδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ.

ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ·

καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν.

ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστεμα ὃ ἐποίησα ἀπὸ προσώπου [*](DE) [*](15 τριακοσιων] τετρακοσίων Ε | πηχ. τὸ μηκος] om to D 16 συντελεις 17 ἐγὼ ’δε ἴδου] ἴδε ἐγὼ Ε | om ἐν ἀυτὴ Ε | ἔαν η] ἔαν ἢν Ε 18 κα γυνὴ σου καὶ οἱ υἱοὶ σου Ε 20 om τῶν ὀρνέων Ε | om ἑρπόντων Ε | om μέτα σου ἄρσεν καὶ θῆλυ Ε 21 om τῶν Ε | κακεινοις Ε 22 om Ευριος Ε VII 1 μου] ἐμοῦ DE 2 om ἄπο ’δε τῶν κτ. τῶν καθαρῶν.. θῆλυ E | om ἄπο ’δε τῶν κτ. τῶν μὴ καθαρων...θηλυ D | τῶν μὴ καθ’.] τῶν μὴ ὄντων καθ’. Ε 3 τῶν πετ. 1°] pr παντων D | πάντων των πετ. ] om DE + του οὐράνου D 4 πάσαν τὴν ἀνάστασιν ἢν D στασιν..D) Ε)

11
τῆς γῆς.

καὶ ἐποίησεν Νῶε πάντα ὅσα ἐνετίλατο αὐτῷ κύριος ὁ [*](D) θεός. ¶

Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἦν ἐπὶ τῆς [*](¶ D) γῆς.

εἰσῆλθεν δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ.

καὶ ἀπὸ τῶν πετεινῶν καὶ ἀπὸ τῶν § κτηνῶν τῶν καθαρῶν καὶ [*](§ D) ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ τῶν πετεινῶν καὶ ἀπὸ πάν τῶν τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς

δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός.

Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς.

ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε τοῦ μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταράκται τοῦ οὐρανοῦ

καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσεράκοντα ἡμέρας κοντα νύκτας.

Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθεν Νῶε, Σήμ, ἸάΦεθ, υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ εἰς τὴν κιβωτόν.

καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν πετεινὸν κατὰ γένος

εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς ἐν ᾧ ἐστὶν πνεῦμα ζωῆς.

καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθεν, καθὸ ἐνετείλατο ὁ θεὸς τῶ Νῶε· ¶ καὶ ἔκλεισεν κύριος ὁ θεὸς τὴν κιβωτὸν [*](¶ D) ἔξωθεν αὐτοῦ.

Καὶ ἐγένετο ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς ἡμέρας καὶ τεσσεράκοντα νύκτας ἐπὶ τῆς γῆς· καὶ ἐπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρεν τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς.

καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς· καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος.