Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησεν Νῶε τρεῖς υἱούς, τὸν Σῆμ’, τὸν Χάμ, τὸν Ἰάφεθ.

[*]((VI) )

Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγενήθησαν αὐτοῖς·

ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.

καὶ εἶπεν κύριος ὁ θεός Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.

οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν § ταῖς ἡμέραις ἐκείναις, καὶ μετ’ ἐκεῖνο ὡς [*](§ D) ἄν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.

ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας·

καὶ ἐνεθυμήθη θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη.

καὶ εἶπεν ὁ θεός Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς.

Νῶε δὲ εὗρεν χάριν κυρίου τοῦ θεοῦ.

Αὗται δὲ οἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν τῇ γενέσει αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε.

ἐγέννησεν δὲ Νῶε τρεῖς υἱούς, τὸν Σῆμ’, τὸν Χάμ, τὸν ἸάΦεθ.

ἐφθάρη δὲ ἡ γῆ τοῦ θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.