Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτακόσια καὶ ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέῥᾶς. [*](17 om του υἱοῦ D 18 ἐγεννήθη DE | Μαιηλ Ι°] Μαουια D Μαουιηλ DE E Ι Μαιηλ 2°] Μαουιηλ D Μαουιηλ Ε 20 Ιωβηδ E 22 χαλκευς] Ε 23 ἐμοὶ 2°] μοι Ε 25 επωνομασεν] πω sup ras 18 litt 26 post θݲυݲ ras 8 litt Α V Ι post ανݲωݲνݲ ras 4 litt Α 2 Ε | ἀυτῶν Αδαμ] litt ὢν Αδαμ sup ras Α 1?a? αὐτοῦ Αδαμ D 3 τριακοντα καὶ διακόσια D (..κοντα καὶ δία..) Ε | ἐγέννησε D | κατ’ 4 μέτα τὸ γενν. sup ras Α 1 5 ἐγένοντο sup ras Α ?vid | τριακ. καὶ ενν. D sil 6 πέντε καὶ διακ. D sil E 7 ἔπτα ἔτη καὶ επτακ.)

8
[*](A)

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια δώδεκα ἔτη, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Ἐνὼς ἑκατὸν ἐνενήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Καινάν.

καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καινὰν ἑπτακόσια καὶ δέκα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς ἐννακόσια καὶ πέντε ἔτη, καὶ ἀπέθάνεν. [*](¶ D)

Καὶ ἔζησεν Καινὰν ἑκατὸν ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Μαλελεήλ.