Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἔζησεν Ἑνὼχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Μαθουσάλα.

εὐηρέστησεν δὲ Ἑνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἑνὼχ τριακόσια ἑξήκοντα πέντε ἔτη.

καὶ εὐηρέστησεν Ἑνὼχ τῷ θεῷ· καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός.

Καὶ ἔζησεν Μαθουσάλα ἑκατὸν καὶ ὀγδοήκοντα ἑπτὰ ἔτη, κοὶ ἐγέννησεν τὸν Λάμεχ.

καὶ ἔζησεν Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ ἑπτακόσια καὶ ὀγδοήκοντα δύο ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη, καὶ [*](DE) [*](8 αἰ ἠμ’. Σηθ] + ἃς ἔζησεν D | post ενν. ras 3 litt Α? | δωδ. ἔτη D sil E 9 ἕκατον A 1?mg | ἔτη ἕκατον ενε... D 10 πέντε καὶ δέκα ἔτη καὶ επτακ. D sil E 11 πέντε ἔτη καὶ εννακ. (+ ἔτη D) DE 12 εβδ. ἔτη καὶ ἕκατον Ε 13 τεσσαρακ. ἔτη καὶ επτακ. Ε 14 δέκα ετη καὶ εννακ. E 15 πέντε καὶ εξηκ. καὶ ἕκατον ετη E | Ιαρετ Ε 16 Ιαρετ Ε | ἔτη τριακ. καὶ επτακ. Ε 17 ἔτη πέντε καὶ ενεν. καὶ οκτακ. Ε 18 Ιαρεδ D] Ιαρετ ΑΕ | δύο και εξηκ καὶ ἕκατον ἔτη D δύο κα εξηκ. ἔτη καὶ ἕκατον Ε 20 δύο καὶ εξηκ. ἔτη καὶ εννακ. D (δυο καὶ εξη .. σια D) δύο καὶ εξηκ. καὶ εννακ. ἔτη 21 πέντε καὶ εξηκ. καὶ ἕκατον ἔτη D (πεντε καὶ ἐξήκοντα.) Ε 22 δε Ενωχ τὼ θέω AD (..ηρεστησεν δε E.)] καὶ ἔζησεν Ενωχ Ε 23 καὶ εξηκ. καὶ τριακ. ἔτη D (..οντα καὶ τριακοσια..) Ε 24 ὅτι D sil καὶ ὀγδοήκοντα καὶ ἕκατον ἔτη D (..ηκοντα κα.. D) Ε | ογδο sup ras (εξη.. A* vid) 26 επτακ. καὶ ὀγδόη sup ras Α a δύο καὶ ογδοηκ. . ἔτη D (ουδοηκ. rescr D b) E 27 ἐννέα καὶ εξηκ. καὶ εννακ. ἔτη Dsd E)

9
ἀπέθανεν.

Καὶ ἔζησεν Λάμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη, καὶ [*](A) ἐγέννησεν υἱόν.

καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Νῶε λέγων Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν ¶ καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Kύριος ὁ θεός.

καὶ ἔζησεν [*](¶ D) Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι [*]((32) VI)Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανεν.

Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησεν Νῶε τρεῖς υἱούς, τὸν Σῆμ’, τὸν Χάμ, τὸν Ἰάφεθ.

[*]((VI) )

Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγενήθησαν αὐτοῖς·

ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.

καὶ εἶπεν κύριος ὁ θεός Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.

οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν § ταῖς ἡμέραις ἐκείναις, καὶ μετ’ ἐκεῖνο ὡς [*](§ D) ἄν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.

ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας·

καὶ ἐνεθυμήθη θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη.

καὶ εἶπεν ὁ θεός Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς.

Νῶε δὲ εὗρεν χάριν κυρίου τοῦ θεοῦ.

Αὗται δὲ οἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν τῇ γενέσει αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε.