Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου·
  2. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.
  3. προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.
  1. σκύμνος λέοντος, Ἰούδα·
  2. ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης·
  3. ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος·
  4. τίς ἐγερεῖ αὐτόν ;
  1. οὐκ ἐκλείψει ἄρχων ἑξ Ἰούδα,
  2. καὶ ἡγούμενος ἐκ τῶν
  3. ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῶ,
  4. καὶ αὐτὸς προσδοκία ἐθνῶν.
  1. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ,
  2. καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ·
  3. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ,
  4. καὶ ἐν σταφυλῆς σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.
  1. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὑπὲρ οἶνον,
  2. καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.
  1. Ζαβουλὼν παράλιος κατοικήσει,
  2. καὶ αὐτὸς παρ’ ὅρμον πλοίων,
  3. καὶ παρατενεῖ ἕως Σιδῶνος.
  1. Ἰσσαχὰρ τὸ καλὸν ἑπεθύμησεν,
  2. ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
  1. καὶ ἰδὼν τὴν ἀνόπαυσιν ὅτι καλή,
  2. καὶ τὴν γῆν ὅτι πίων,
  3. ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν,
  4. καὶ ἐγενήθη ἀνὴρ γεωργός.
  5. [*](6 ἐν επιθυμια F* τῆ superscr F 1) 7 διασπερῶ] διασκορπιῶ Α ADF 8 ἔπι νωτου] επι τ[ω] νώτῳ F | σοι BD] σε AF | οἱ υιοι] om οἱ F 9 Ιουδας D | μου] μοι F 10 ἄρχων εξ Ιουδα sup ras Α 1 (seq spat I lit) 12 ὕπερ οἶνον] ἄπο οἴνου ADF | om αὐτοῦ 2° DF 13 κατοικήσει] παροικήσει D | Σιδονος B a 14 Ισαχαρ F* (Ισσ. F 1) | ἄνα μέσον] εμμεσω Α 15 εγενηθη] εγενη F)
    100
    [*](B)
  1. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν,
  2. ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.
  1. καὶ γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ,
  2. ένκαθήμενος ἐπὶ τρίβου·
  3. δάκνων πτέρναν ἵππου,
  4. καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
  1. τὴν σωτηρίαν περιμένων Κυρίου.
  1. Γάδ, πειρατήριον πειρατεύσει αὐτόν·
  2. αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.
  1. Ἀσήρ, πίων αὐτοῦ ὁ ἄρτος,
  2. καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν.
  1. Νεφθαλεί, στέλεχος ἀνειμένον,
  2. ἐπιδιδοὺς ἐν τῷ γενήματι
  1. Υἱὸς ηὐξημένος Ἰωσήφ,
  2. υἱὸς ηὐξημένος μου ζηλωτός.
  3. υἱός μου νεώτατος·
  1. εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν,
  2. καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·
  1. καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν,
  2. καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν
  3. ἐκεῖθεν ὁ κατίσχυσας Ἰσραήλ·
  4. παρὰ θεοῦ τοῦ πατρός σου.
  1. καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμός,
  2. καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν,
  3. καὶ εὐλογίαν γῆς ἐχούσης πάντα·
  4. ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,
  1. εὐλογίας πατρός σου καὶ μητρός σου·
  2. [*](ADF)[*](16ἑαυτοῦ λαὸν BD] λαὸν αὐτοῦ AF 17 γενηθήτω Δὰν BD sil] Δὰν Α hiat F | ἐφ’ ὀδοῦ] ἐπ’ ὀδοῦ Α | ενκαθ.] εγκαθ. AB ab F | ὀπίσω] ὀπίσθια DF 19 αὐτὸς ’δε] καὶ αὐτὸς F j ἀυτῶν] αὐτὸν F 20 δώσει] διαδώσει Α διαδίδωσιν D | τρυφην] τροφὴν ADF | ἄρχουσι F 21 Νεφθαλει BD] Νεφθαλειμ Α Νεφθαλι F | γενήματι BDF] γεννήματι Α 22 om μου 1° ADF | νεώτατος] νεωτος (νε sup ras 3 litt A a) Α 24 τοξα] τοξεύματα F | χειρὸς] χείρων ADF | χεῖρα] χειρὸς D ([χειρ]ος D) | κατισχυσας] + σε Α | Ισραηλ] Ιακωβ Α | θεοῦ] pr του Α 25 ηυλογησεν F | 7775] pr τῆς Α | εἵνεκεν D sil F | καὶ μήτρας] om καὶ Α)
    101
  3. ὐπερίσχυσεν ἐπ᾿ εὐλοίαις ὀρέων μονίμων,
  4. [*](B)
  5. καὶ ἐπ᾿ εἰλογίαις θεινῶν ἀενάων·
  6. ἔσονται ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.

  • Βενιαμεὶν λύκος ἅρπαξ·
  • τὸ πρωινὸν ἔδεται ἔτι,
  • καὶ εἰς τὸ ἑσπέρας δίδωσιν τροφήν.